252
τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.» Καρδίαν δὲ γῆς τὰ ἐνταῦθα λεγόμενα βάθη θαλάσσης ὀνομάζει, τὰ τοῦ ᾅδου χωρία αἰνιττόμενος. ∆ιὸ καὶ ἐν τῷ Ἰὼβ χρηματίζων ὁ αὐτὸς Κύριος τὰ ὅμοια παρίστη λέγων· «Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Ὁρᾷς γὰρ ὅπως καὶ ἐν τούτοις πηγὴν θαλάσσης ὀνομάσας, καὶ προσθεὶς τὸ, «Ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας,» τὴν ἄβυσσον καὶ τὴν θάλασσαν τίνα ἐστὶ διασαφεῖ ἐπιλέγων· «Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Οὐκοῦν καὶ ἐν τοῖς προκειμένοις τὰ βάθη τῆς θαλάσσης τὰ τοῦ θανάτου χωρία αἰνίττεται, ἔνθα μόνος καταβὰς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν διεξῆλθεν. ∆ιὸ ἐν τῷ πρὸ τούτου ψαλμῷ ἐλέγετο· «Καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου·» καὶ πάλιν· «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Ἀντὶ δὲ τοῦ· «Καὶ καταιγὶς κατεπόντισέ με,» ὁ μὲν Ἀκύλας, «Καὶ ῥοῦς ἐπέκλυσέ με·» ὁ δὲ Σύμμαχος, «Καὶ ῥεῖθρον ἐπέκλυσέ με,» ἡρμήνευσεν. Εἰκὸς γὰρ περὶ αὐτὸν γεγονέναι τὰς ἀντικειμένας δυνάμεις, ὅτε, ἐπιβὰς τῇ θαλάσσῃ, συνέτριβε τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. ∆ιὸ καὶ ἐν τῷ πρὸ τούτου ἐλέγετο ψαλμῷ· «Καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου. Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς τῶν ἐχθρῶν αὐτοῦ.» Οὐ γὰρ ἂν ἄλλως διεξεληλύθει τὰς διεξόδους τοῦ θανάτου ἢ συνθλάσας τὰς κεφαλὰς τῶν αὐτόθι ἐχθρῶν αὐτοῦ. Ἐὰν δέ τις ταῦτα νομίζῃ λέγειν τὸν ∆αυῒδ διὰ τὸ πολλοῖς περιπεπτωκέναι πειρασμοῖς, ἐπιστησάτω πῶς οἷόν τε ἦν τῷ ∆αυῒδ ἁρμόζειν τὸ λέγειν· «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος·» ἢ τὸ, «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον, Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.» Καὶ τὰ λοιπὰ δὲ τούτοις παραπλήσια συναγαγών τις ἑαυτῷ, εὕροι ἂν οὐδαμῶς ἁρμόζοντα τῷ τοῦ ∆αυῒδ προσώπῳ. Τὴν δέ γε ἐπὶ τὸν ἡμέτερον Σωτῆρα ἑρμηνείαν πιστώσεται σφραγῖσιν ἀναμφιλέκτοις ἡ τῶν ἱερῶν Εὐαγγελίων μαρτυρία, ἀπό τε τοῦ παρατεθέντος τοῦ Ἰωνᾶ παραδείγματος, καὶ ἀπὸ τοῦ λέγεσθαι ἐν τοῖς προκειμένοις, «Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με·» ὅπερ αὐτολεξεὶ μεμαρτύρηται εἰς 23.729 αὐτὸν πεπληρωμένον ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ, ἐν ᾧ γέγραπται· «Καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, καὶ εὗρεν ἐν τῷ ἱερῷ πρόβατα πωλοῦντας καὶ βόας καὶ περιστεράς.» Εἶθ' ὡς ἤλασε τούτους εἰπών· «Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου,» ἐπιλέγει ὁ εὐαγγελιστής· «Ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.» Ἀλλὰ καὶ τὸ, «Ἔδωκαν εἰς βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος,» ἐν τοῖς μετὰ χεῖρας κείμενον, ἐκ προσώπου τοῦ Σωτῆρος ἡμῶν μεμαρτύρηται λελεγμένον, κατὰ τὸν Ἰωάννην, φήσαντα· «Μετὰ ταῦτα ἰδὼν ὁ Ἰησοῦς, ὅτι πάντα τετέλεσται ἤδη, ἵνα πληρωθῇ ἡ Γραφὴ, λέγει· ∆ιψῶ. Λεκάνη ἔκειτο ὄξους μεστή· σπόγγον οὖν μεστὸν ποιήσαντες ὄξους μετὰ χολῆς, ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι. Ὅτε οὖν ἔλαβεν ὁ Ἰησοῦς τὸ ὄξος μετὰ χολῆς, εἶπε· Τετέλεσται καὶ αὕτη ἡ Γραφὴ,» καὶ τὰ λοιπὰ δὲ εἰς πρόσωπον τοῦ Σωτῆρος ἡμῶν ἀναφερόμενα, σώζοι ἀναβίαστον τὴν ἑρμηνείαν. «Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με εἰς τὸν Θεόν μου.» Καὶ ταῦτα ἐν τῷ κατὰ Ἰωάννην ἐπληροῦτο Εὐαγγελίῳ· ἐν ᾧ εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραζε λέγων· «Ἐάν τις διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω·» αὖθις δὲ εἴρηται· «Ἰησοῦς δὲ ἔκραζε καὶ ἔλεγεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ' εἰς τὸν πέμψαντά με. Καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ