253
πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.» Καὶ ἐπὶ τοῦ Λαζάρου δὲ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπε· «Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκούεις. Καὶ ταῦτα εἰπὼν, φωνῇ μεγάλῃ ἐκραύγασε· Λάζαρε, δεῦρο ἔξω.» Ἀλλὰ καὶ κατ' αὐτὸ τὸ πάθος ἱστορεῖ ὁ Ματθαῖος λέγων· «Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. Περὶ δὲ τὴν ἐνάτην ὥραν, ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἠλεὶ, Ἠλεὶ, Λαμὰ Σαβαχθανεί.» Τότε μὲν οὖν συνὼν ἀνθρώποις, πάντας βοῶν παρεκάλει ἥκειν καὶ σπεύδειν ἐπὶ τὴν αὐτοῦ διδασκαλίαν· καὶ τὸν τεταρταῖον δὲ νεκρὸν μετὰ μεγάλης ἀνεκαλεῖτο κραυγῆς. Ἀλλὰ καὶ περὶ τὴν ἐνάτην ὥραν τοῦ πάθους ἀνεβόα φωνῇ μεγάλῃ· καὶ μετὰ ταῦτα πάλιν· «Κράξας φωνῇ μεγάλῃ, ἀφῆκε τὸ πνεῦμα. Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐῤῥάγησαν, καὶ τὰ μνημεῖα ἀνεῴχθησαν, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν·» τὰ τοσαῦτα τῆς μεγάλης αὐτοῦ φωνῆς ἐνεργεῖν δυναμένης. Εἰ δὲ ἐπιστήσειέ τις, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἐν ταῖς ἐκκλησίαις αὐτοῦ βοᾷ, σπεύδειν ἐπὶ τὸ ζωοποιὸν αὐτοῦ πόμα παρακαλῶν, καὶ τοὺς ταῖς πρὸς θάνατον ἁμαρτίαις νενεκρωμένους ἀνακαλούμενος· τῷ τε 23.732 βοωμένῳ αὐτοῦ πάθει τὴν σύμπασαν οἰκουμένην μᾶλλον ἢ τότε Σιὼν, ἐπείπερ «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν·» εἴσεται ὅπως ἐν τοῖς προκειμένοις ἐξ αὐτοῦ προσώπου εἴρηται τὸ, «Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου.» Τὸ γὰρ παράμονον αὐτοῦ τῆς βοῆς διὰ τούτων σημαίνει. Οὐ γὰρ ἅπαξ ποτὲ βοήσας παρῆλθεν· ἀλλ' ἀεὶ βοᾷ καὶ κέκραγεν εἰς τὰς πάντων ψυχὰς διὰ τῶν αὑτοῦ μαθητῶν· ἀεὶ δὲ καὶ πρὸς τὸν Πατέρα βοᾷ ὑπὲρ τῶν εἰς αὐτὸν πεπιστευκότων. ∆ιὸ ἑξῆς ἐπιλέγει· «Ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου.» Ἀντὶ δὲ τοῦ, «ἐξέλιπον,» ὁ Ἀκύλας, «Ἐτελέσθησαν, φησὶν, οἱ ὀφθαλμοί μου περιμένοντες τὸν Θεόν.» Ἐβόα δὲ καὶ ἐκεκράγει διὰ τὸ πλῆθος τῶν ἐχθρῶν αὐτοῦ· ὃ δὴ παρίστησι λέγων· «Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν.» Εἰ δὲ σῶμα αὐτοῦ τυγχάνει ἡ Ἐκκλησία αὐτοῦ, κατὰ τὸν Ἀπόστολον, ὃς ἐδίδασκε λέγων· «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους·» εἴποις ἂν τὰ μὲν ἀναγκαιότερα μέλη τοῦ σώματος, καὶ τὰ, ἵν' οὕτως εἴπω, αἰσθητήρια, τοὺς ἀναγκαίους εἶναι τοῦ λαοῦ· οἷον κεφαλὴν τοὺς ἡγουμένους, στόμα τοὺς διδασκάλους, καὶ τοὺς συνετοὺς ἀκροατὰς τὰ ὦτα, τοὺς ὀφθαλμοὺς τοὺς διορατικοὺς τῶν Γραφῶν, χεῖρας τοὺς πρακτικωτέρους, τούτοις τε ἀναλόγως τὰ λοιπὰ μέλη τοῦ σώματος, οἷς ἀκόλουθον εἴη νοεῖν τρίχας εἶναι τοῦ παντὸς τὰ πλήθη, καὶ τὸν περιττὸν ὄχλον φέροντας μέν τινα κόσμον ὅλῳ τῷ σώματι, μὴ μὴν ἀναγκαίαν τινὰ χρῆσιν ὁμοίαν τὰ λοιπὰ μέλη. Τῶν οὖν τοιούτων τριχῶν πολλῷ πλεῖστοι εἶεν ἂν οἱ ἀλλότριοι τῆς πίστεως, ἅτε δὴ τὴν πλατεῖαν καὶ τὴν εὐρύχωρον βαδίζοντες. ∆ιὸ λέλεκται· «Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν.» ∆ωρεὰν δὲ μισεῖν λέγονται οἱ οὐκ ἔχοντες αἰτίαν εἰπεῖν τοῦ μίσους, ὡς οἱ τὸν σωτήριον λόγον διώκοντες καὶ μηδὲν καταμέμφεσθαι αὐτῷ δυνάμενοι. Ἀντὶ δὲ τοῦ, «οἱ μισοῦντές με δωρεὰν,» ὁ Σύμμαχος, «Οἱ μισοῦντές με, φησὶν, ἀναιτίως.» Οὗτοι οὖν μᾶλλον ἐπλεόνασαν, φησὶν, ἢ αἱ τρίχες τῆς κεφαλῆς μου. Ἀλλὰ καὶ ἐκραταιώθησαν οἱ ἐχθροὶ αὐτοῦ οἱ διώκοντες αὐτόν. Ἴδοι γοῦν τις, καθ' ἕκαστον καιρὸν καθ' ὃν διώκειν συγχωροῦνται, κραταιουμένους καὶ ἐπαιρομένους, καὶ πολλὰ δυναμένους τοὺς ἐχθροὺς αὐτοῦ. Ἀδίκως δὲ αὐτὸν διώκουσιν οὗτοι, καὶ ἐμίσουν αὐτὸν δωρεάν. Μηδεμίαν γὰρ ἔχοντες ὑπόθεσιν ἔχθρας, μηδὲ αἰτίας εἰπεῖν εὐλόγους οἷοί τε δι' ἃς διώκουσιν, ὅμως ἀδίκως αὐτὸν διώκουσιν. Ὁ δὲ ὑπὲρ ὧν μὴ ἥρπασε, μηδὲ