254
ἠδίκησε, κόλασιν ὑπέμεινεν. Εἰ γὰρ κατὰ νόμους προσήκει δίκην εἰσπράττεσθαι τοὺς ἠδικηκότας, οὔτε δὲ αὐτὸς οὔτε οἱ αὐτοῦ γνήσιοι μαθηταὶ ἥλωσάν ποτε ἐπὶ παρανομίᾳ· εἰκότως φησίν· «Ἃ οὐχ ἥρπασα τότε ἀπετίννυον.» Καὶ κατὰ τὸν καιρὸν δὲ τοῦ πάθους αὐτοῦ δωρεὰν ἔπασχε, καὶ ὑπὲρ ὧν μὴ ἠδικήκει τιμωρίαν ἐδίδου. ∆ιὸ καὶ τότε ἔλεγεν· 23.733 «Ἃ οὐχ ἥρπαζον τότε ἀπετίννυον·» ἢ, κατὰ τὸν Ἀκύλαν· «Ἃ οὐκ ἐβιασάμην τότε ἐπέστρεφον.» «Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου.» Ὥσπερ ἀνεγκλήτως ὁ θεῖος Ἀπόστολος μωρὸν τοῦ Θεοῦ ὠνόμασε τὸ πάθος τοῦ Σωτῆρος, καὶ ἀσθένειαν τὸν σταυρὸν, εἰπών· «Ἐσταυρώθη ἐξ ἀσθενείας·» καὶ πάλιν· «Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν· ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων·» οὕτω καὶ νῦν οὐκ ἂν ἁμάρτοις τὴν ἐνταῦθα λεγομένην ἀφροσύνην παραπλησίως νοήσας τῇ ὀνομασθείσῃ παρὰ τῷ Ἀποστόλῳ μωρίᾳ. Ἀλλὰ καὶ ὥσπερ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, ἐπείπερ ἐξαίρετοί τινές εἰσιν οἱ τῆς τοῦ Θεοῦ γνώσεως κατηξιωμένοι· οὕτως καὶ ἡ ἐνταῦθα ἀφροσύνη, ἀξία τῆς γνώσεως τυγχάνουσα τοῦ Θεοῦ, μέγαν τινὰ καὶ βαθὺν εἶχε λόγον. Οὐ γὰρ παρὰ τὴν σὴν βουλὴν, οὐδὲ παρὰ τὴν σὴν γνῶσιν ἐγένετο, φησὶν, ἡ ἀφροσύνη μου. Ποία δὲ αὕτη εἰ μὴ ἡ νομιζομένη τοῖς πολλοῖς; Ὡς γὰρ ἡ μωρία Ἕλλησιν ἐνομίζετο μωρία, κατὰ βαθεῖς δὲ λόγους Θεοῦ συνεστελεῖτο· καὶ ἦν τὸ παρ' ἀνθρώποις μωρὸν νομιζόμενον σοφώτερον τῶν ἀνθρώπων· ηὐδόκησε γὰρ ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας· οὕτως καὶ ἡ ἀφροσύνη, ἣν δι' ἡμᾶς ὑπῆλθε κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβὼν καὶ μέχρις θανάτου παρελθὼν, σοφωτέρα τῆς τῶν ἀνθρώπων σοφίας ἦν. Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις, φησὶν ὁ Ἀπόστολος, μωρία ἐστὶν, εἰ δὲ μωρία, καὶ ἀφροσύνη, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. Ταύτην οὖν τὴν ἀφροσύνην καὶ τὴν μωρίαν οὐκ ἠγνόησεν ὁ Θεός· αὐτοῦ γὰρ κρίσει γεγένηται. ∆ιό φησιν· «Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου.» Ἀπήλλαξε δὲ ἡμᾶς πραγμάτων ὁ Σύμμαχος, ἑρμηνεύσας καὶ εἰπών· «Ὁ Θεὸς, σὺ οἶδας τὴν ἀπειρίαν μου·» ἀπειρίαν δηλαδὴ τὴν ἐν ἀνθρώποις. Τῆς γὰρ ἐν ἀνθρώποις κακίας ἀλλότριος ὢν, τὴν καλὴν ταύτην ἀπειρίαν ἀνατίθησι τῇ γνώσει τοῦ ἑαυτοῦ Πατρός. Καὶ ἄλλη δὲ Γραφὴ θεία ἀφροσύνης μέμνηται τοῦ Σωτῆρος συμφώνως τῇ προκειμένῃ. Γέγραπται γοῦν ἐν Παροιμίαις· «Τάδε λέγει ἀνὴρ τοῖς πιστεύουσι Θεῷ, καὶ παύομαι. Ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπου οὐκ ἔστιν ἐν ἐμοί. Θεὸς δεδίδαχέ με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα.» Καὶ ἐν τούτοις γὰρ πάντων μὲν ἀνθρώπων ἀφρονέστατον ἑαυτὸν εἶναι λέγει, καὶ φρόνησιν ἀνθρώπου μὴ ἐσχηκέναι· ὅμως δὲ παρ' αὐτοῦ τοῦ Θεοῦ δεδιδάχθαι τὴν πνευματικὴν σοφίαν, καὶ τὴν γνῶσιν τῶν ἁγίων ἐγνωκέναι. Ἀλλὰ καὶ «αἱ πλημμέλειαί μου, φησὶν, ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν.» Εἰ γὰρ ἦσάν τινες ἐν ἐμοὶ πλημμέλειαι, δι' ἃς τῷ σταυρῷ με προσετίμησαν, τάχα που σὺ πρῶτος ἔγνως, ὃν λανθάνειν οὐδὲν οἷόν τε· ἀλλ' οὐδένες ἦσαν. ∆ιὸ οἱ μισοῦντές με δωρεὰν ἐμίσουν, καὶ οἱ ἐκδιώκοντές με ἀδίκως ἃ οὐχ ἥρπασα ἐξέπραττον. Ἐπεὶ δὲ ψευδομάρτυρας καὶ 23.736 συκοφάντας ἔστησαν ἐν τῇ κατ' ἐμοῦ κατηγορίᾳ, σὺ οἶδας, φησὶν, ὁ Θεὸς, εἴ τινά μοι πεπλημμέληται. Οὐ γὰρ ἂν ἐκρύβησάν σε, εἴ τινες ἦσαν ἐν ἐμοὶ πλημμέλειαι. Καὶ ἄλλως, εἰ τὰς ἡμετέρας ἀνεμάξατο ἁμαρτίας, καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα, ὡς λέγεσθαι περὶ αὐτοῦ· «Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Καὶ αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.» Καὶ ταύτας, φησὶ, τὰς πλημμελείας ὑπὲρ ἀνθρώπων ἀνεδεξάμην· σὺ ἔγνως, ὁ Θεὸς, ἐπεὶ μὴ ἀπεκρύβησάν σε. Οὐ γὰρ δίχα τῆς σῆς βουλήσεως ταύτας ἀνεδεξάμην· διὸ