255
καὶ ἀξίας τῆς σαυτοῦ γνώσεως αὐτὰς ἐποιήσω. «Μὴ αἰσχυνθείησαν ἐπ' ἐμὲ οἱ ὑπομένοντες σε, Κύριε, Κύριε τῶν δυνάμεων.» Ἐπειδὴ τὴν ἐμὴν διδασκαλίαν οἱ σοφοὶ τοῦ αἰῶνος τούτου διαβάλλουσιν, ἐλαύνουσί τε αὐτὴν ὡς μεστὴν ἀφροσύνης καὶ μωρίας διὰ τὸν ἐπονείδιστον σταυρὸν, ἀντιβολῶ καὶ δέομαι, τοὺς εἰς ἐμὲ πιστεύοντας φυλάττεσθαι ὑπὸ σοῦ ἀδιατρέπτους, ὡς μήποτε καταισχυνθῆναι. ∆ιὸ σὺ αὐτὸς, ὦ Κύριε, Κύριε τῶν δυνάμεων, τοὺς πολεμουμένους διὰ τὴν σὴν γνῶσιν, ἣν ὑπ' ἐμοῦ παρειλήφασι, πάντοτε ὑπομένοντας τὰ δεινὰ καὶ μέχρι θανάτου καρτεροῦντας, μὴ ἐγκαταλείπῃς, μηδὲ ἐντραπείησαν θαρσήσαντες ἐπ' ἐμοὶ, οἱ σὲ τὸν Θεὸν τοῦ Ἰσραὴλ ἐκζητοῦντες. Εἰ γὰρ καὶ τὰ μάλιστα ἦσάν ποτε ἀγνοοῦντές σε διὰ τὸ δαίμοσι πονηροῖς δεδουλῶσθαι, ἀλλὰ νῦν, ἐπιγνόντες σε, πάντων μὲν λήθην ἐποιήσαντο, σὲ δὲ μόνον διατελοῦσι ζητοῦντες. ∆ιὸ ἱκετεύω μὴ καταισχυνθῆναι αὐτοὺς, μηδὲ «ἀσχημονῆσαι·» οὕτω γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Μὴ καταισχυνθείησαν ἐπ' ἐμοὶ οἱ προσδοκῶντές σε, Κύριε Θεὲ τῶν δυνάμεων· μὴ ἀσχημονήσαιεν ἐπ' ἐμὲ οἱ ἐκζητοῦντές σε, Θεὲ τοῦ Ἰσραήλ.» Ἐπιτήρει δὲ ὅπως εἴρηται τὸ, «Κύριε, Κύριε τῶν δυνάμεων,» δευτεροῦντος τοῦ λόγου τὴν κυριολογίαν καὶ ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἀναπέμποντος. «Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμὸν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου.» Οἱ μὲν λοιποὶ, φησὶν, ἄνθρωποι δι' οἰκείας ἁμαρτίας ἐλέγχοις καὶ ὀνειδισμοῖς ὑποβάλλονται· ἐγὼ δὲ ὁ μὴ γνοὺς ἁμαρτίαν ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν· ἐπειδήπερ σὺ αὐτὸς ὁ φιλάνθρωπος Θεὸς ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους ἁμαρτίαν με ἐποίησας, ὅπως οἱ πιστεύοντες εἰς ἐμὲ γένωνται δικαιοσύνη. Ἀλλὰ καὶ «ἕνεκά σου ὑπήνεγκα ὀνειδισμὸν,» διὰ τὴν σὴν βουλὴν κενώσας ἐμαυτὸν καὶ μέχρι θανάτου ταπεινώσας, καθ' ὃν καιρὸν οἱ παραπορευόμενοι ἐβλασφήμουν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· «Οὐὰ ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν. Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν ἱερέων καὶ Γραμματέων καὶ Φαρισαίων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ. Πέποιθεν ἐπὶ τὸν 23.737 Θεόν· ῥυσάσθω αὐτὸν, εἰ θέλει αὐτόν. Εἶπε γὰρ, ὅτι Θεοῦ Υἱός εἰμι.» Ταῦτα δὴ οὖν θεσπίζων ἐπὶ τοῦ παρόντος, φησίν· «Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμὸν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου.» Οὐ γὰρ δι' ἁμαρτίας ἐμὰς, οὐδὲ διὰ παρανόμους πράξεις, ἀλλ', «ἕνεκά σου» καὶ τὸν προλεχθέντα «ὀνειδισμὸν ὑπέμεινα, καὶ τὸ πρόσωπόν μου ἐκάλυψεν ἐντροπή·» ἢ, κατὰ τὸν Σύμμαχον, «Ἐκάλυψεν ἀσχημόνησις τὸ πρόσωπον αὐτοῦ.» Καὶ ταῦτα πάντα ὑπέμεινα. φησὶν, ἕνεκά σου, τουτέστιν ἕνεκα τοῦ σοῦ θελήματος. Ἀλλὰ καὶ «ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου.» ∆ύο δὲ τάγματα ἐν τούτοις παρίστησιν· ἓν μὲν τὸ τῶν ἀληθῶς ἀδελφῶν αὐτοῦ, οἷς ἐγενήθη ἀπηλλοτριωμένος· ἕτερον δὲ τὸ τῶν υἱῶν τῆς μητρὸς αὐτοῦ, οὐ μὴν ἀδελφῶν αὐτοῦ, οἷς ἐγενήθη ξένος. Καὶ μὴν ἐχρῆν υἱοὺς μητρὸς αὐτοῦ, ὄντας ἀδελφοὺς, καὶ αὐτοὺς ὁμοίως τοῖς προτέροις χρηματίζειν. Ἀλλ' οὐκ ὠνόμασε τοὺς υἱοὺς τῆς μητρὸς ἀδελφοὺς, ὡς ἑτέρους ὄντας δηλαδὴ παρὰ τὸ πρῶτον τάγμα τῶν ὀνομασθέντων ἀδελφῶν αὐτοῦ. Εἰς οὖν ἀδελφοὺς μὲν αὐτοῦ γεγονέναι τοὺς αὐτοῦ μαθητὰς, περὶ ὧν καὶ ἐν ἑτέρᾳ φησίν· «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, καὶ ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.» Καὶ ἐν τῷ Εὐαγγελίῳ τῇ Μαρίᾳ φανεὶς μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἔλεγε· «Πορεύου πρὸς τοὺς ἀδελφούς μου, καὶ εἶπον αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Τούτοις οὖν τοῖς ἀδελφοῖς αὐτοῦ ἀπηλλοτριωμένος ἐγενήθη κατὰ καιρὸν τοῦ δηλουμένου πάθους, ὅτε πάντες οἱ μαθηταὶ αὐτοῦ ἀφέντες αὐτὸν ἔφευγον, αὐτός τε ὁ