256
κορυφαῖος τῶν ἀποστόλων Πέτρος ἠρνήσατο αὐτὸν τρίτον. Τούτοις ξένος καὶ ἀπηλλοτριωμένος ἐγενήθη· τοῖς δὲ υἱοῖς τῆς μητρὸς αὐτοῦ, οὐ μὴν καὶ ἀδελφοῖς οὖσιν αὐτοῦ, ξένος γέγονε. Μέμνηται δὲ τὸ Εὐαγγέλιον ἀδελφῶν αὐτοῦ καὶ μητρὸς, ὅτε, ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ, ἐδίδασκεν ἐν τῇ συναγωγῇ, ὡς ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· «Πόθεν τούτῳ ἡ σοφία αὕτη; Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐχ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πᾶσαι πρὸς ἡμᾶς εἰσι; Πόθεν τούτῳ ταῦτα πάντα;» Ἐὰν μὲν οὖν τοὺς ἐν τῷ μετὰ χεῖρας λεγομένους υἱοὺς μητρὸς αὐτοῦ τούτους εἶναι ἐκλάβοιμεν, ἀνάγκη τὴν ἁγίαν Παρθένον μητέρα φάναι γεγονέναι τῶν λοιπῶν ἀδελφῶν αὐτοῦ. Ἀλλ' ἐπιφαίνεται Ἰάκωβος ὁ χρηματίσας αὐτοῦ ἀδελφὸς οὐκ ἀπεξενωμένος αὐτοῦ γεγονὼς, οὐδὲ ἀλλότριος τῆς εἰς αὐτὸν πίστεως, εἷς δὲ τῶν σφόδρα γνησίων αὐτοῦ μαθητῶν· ὡς καὶ τὸν θρόνον ἀναδέξασθαι πρῶτον τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας. Καὶ οἱ λοιποὶ δὲ αὐτοῦ ἀδελφοὶ, εἰ καὶ τὰ μάλιστα κατ' ἀρχὰς οὐκ ἐπίστευον εἰς αὐτὸν, ἀλλὰ μετὰ ταῦτα δῆλοί εἰσι πιστεύσαντες. Ἱστορεῖ δ' οὖν τὸ Εὐαγγέλιον, ὡς ἄρα ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες λαλῆσαι αὐτῷ. Καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων λέλεκται, ὡς ἄρα ἦσαν οἱ ἀπόστολοι κοινῇ πάντες προσκαρτεροῦντες τῇ προσευχῇ σὺν Μαριὰμ 23.740 τῇ μητρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ. Πῶς οὖν δύναται τούτοις ξένος εἶναι νομίζεσθαι; Ὥστε μὴ χώραν ἔχειν περὶ τούτων λέγεσθαι τὸ, «Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου.» Οὐ γὰρ ἦν τούτων ξένος, ἀλλὰ καὶ ἄγαν τίμιος· ὡς μηκέτι τοὺς προλεχθέντας αὐτοῦ ἀδελφοὺς υἱοὺς εἶναι τῆς Μαρίας ἡγεῖσθαι, ἕτεροι δ' ἂν εἶεν παρὰ τούτους οἱ διὰ τοῦ ψαλμοῦ λεγόμενοι υἱοὶ τῆς μητρὸς αὐτοῦ, οἷς ξένος ἐγενήθη. Νοήσεις δὲ μητέρα μὲν τὴν τῶν Ἰουδαίων Συναγωγὴν καὶ πᾶσαν τὴν κατὰ σάρκα συγγένειαν τῶν ἐκ περιτομῆς· υἱοὺς δὲ τῆς τοιαύτης μητρὸς τοὺς ἀρνησαμένους αὐτὸν, καὶ εἰρηκότας· «Τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν·» ∆ιὸ ἔλεγεν αὐτοῖς, ἐπειδὴ ξένον αὐτὸν ἐνόμιζον· «∆ιὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.» Ξένον δὲ αὐτὸν πάλιν ἡγοῦντο λέγοντες· «Οὐ καλῶς ἡμεῖς λέγομεν ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις;» ∆ιὸ ἔλεγε πρὸς αὐτούς· «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.» Οὕτω τοίνυν ξένος καὶ ἀλλότριος γέγονε τοῖς υἱοῖς τῆς μητρὸς αὐτοῦ. Ταῦτα δὲ πάντα ὑπέμεινε διὰ τὴν ἐπιλεγομένην αἰτίαν, ἣν ἀναγκαίως παρίστησι λέγων· «Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ.» Ἐπειδὴ γὰρ, πολλῇ παῤῥησίᾳ χρώμενος, τοὺς τὸν οἶκον τοῦ Πατρὸς αὐτοῦ οἶκον ἐμπορίου καὶ σπήλαιον λῃστῶν ποιοῦντας ἤλεγχέ τε καὶ ἤλαυνε, τούτου χάριν ἐπεβούλευον αὐτῷ· ὃ δὴ παρίστησιν ὁ εὐαγγελιστὴς εἰπών· «Καὶ ἦν ἐγγὺς τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα·καὶ εὗρεν ἐν τῷ ἱερῷ πωλοῦντας πρόβατα καὶ βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὰ κέρματα καὶ τὰς τραπέζας. Καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν, καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου·» ἐπιλέγει· «Ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.» Ἀλλὰ καὶ τοὺς ὀνειδισμοὺς τῶν ὀνειδιζόντων τὸν Θεὸν εἰς ἑαυτὸν ἀναλαμβάνων, ἔκδικος ἐγένετο τούτων· διὸ ἔλεγε· «Καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ.» Οὐ γὰρ φέρων τοὺς διὰ τῶν οἰκείων ἔργων ὄνειδος προστρίβοντας τῷ τῆς θεοσεβείας νόμῳ, τοὺς ἐλέγχους ἐποιεῖτο κατὰ τῶν ἀρχόντων τοῦ ἔθνους. ∆ιὸ τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ παρῄνει λέγων· «Ἐπὶ τῆς καθέδρας Μωϋσέως ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν ὅσα ἂν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε· κατὰ δὲ τὰ ἔργα