257
αὐτῶν μὴ ποιεῖτε. Λέγουσι γὰρ καὶ οὐ ποιοῦσιν.» Εἶθ' ἑξῆς ἀπελέγχων αὐτοὺς εἰς αὐτῶν πρόσωπον ἔλεγεν· «Οὐαὶ ὑμῖν; Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων·» καὶ πάλιν· «Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις.» Τῶν γοῦν τοιούτων ἐλέγχων ἕνεκα τὴν ἐπιβουλὴν αὐτῷ συνεσκευάσαντο. ∆ιόπερ ἐνταῦθά φησιν· «Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, 23.741 καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ. Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί.» Ὅτε μὲν, φησὶν, ἑώρων τὸν σὸν οἶκον πάσης πληρούμενον ἀνομίας, καὶ ποτὲ μὲν γιγνόμενον οἶκον ἐμπορίου, ποτὲ δὲ σπήλαιον λῃστῶν, πυρούμενος ὑπὸ θείου ζήλου, ἤλαυνον τοὺς ἔνδον παρανομοῦντας· ἀλλὰ καὶ ὅτε ταῖς ἑαυτῶν ἀθεμίτοις πράξεσιν ὄνειδος περιῆπτόν σοι τῷ Θεῷ, οὗ τὴν θεοσέβειαν ἐπηγγέλλοντο, πάλιν εἰς ἑαυτὸν ἀναλαμβάνων τοὺς τοιούτους ὀνειδισμοὺς, ἠναγκαζόμην παῤῥησίᾳ χρῆσθαι, καὶ τοὺς ἐλέγχους αὐτοῖς θεραπευτικῶς προσφέρειν· ὅτε δὲ ἑώρων ἀναισθήτως αὐτοὺς ἔχοντας, καὶ μὴ ἐπιστρεφομένους τοὺς ἐμοὺς ἐλέγχους, ἀποκλαιόμενος αὐτῶν τὴν ἀπώλειαν, ἐνήστευον καὶ κατεπόνουν ἐμαυτὸν ὑπὲρ αὐτῶν. Οἱ δὲ καὶ οὕτως ὠνείδιζόν μοι διασύροντες καὶ χλευάζοντες τὴν ἐμὴν νηστείαν. Βουλόμενος δὲ αὐτοῖς ὑπογραμμὸν μετανοίας δεικνύναι, οὐ μόνον νηστείαις ἐμαυτὸν κατεπόνουν, ἀλλὰ καὶ τὸ ἔνδυμά μου σάκκον ἐποιούμην, κολάζων καὶ τιμωρούμενος τὴν ἐμαυτοῦ σάρκα, αὐτῷ τε ἔργῳ τρόπον ἐξομολογήσεως καὶ τῶν προτέρων ἁμαρτημάτων καθάρσεως ἐπιδεικνὺς αὐτοῖς. Οἱ δὲ καὶ ταῦτα γελῶντες ἀντὶ παραβολῆς με εἶχον, συνερχόμενοι μὲν ἅμα καὶ πρὸς ταῖς ἑαυτῶν πύλαις καθεζόμενοι, πᾶσαν δὲ τὴν ἑαυτῶν ὁμιλίαν περὶ ἐμοῦ ποιούμενοι, καὶ μονονουχὶ ἀδολεσχοῦντες πρὸς ἀλλήλους ἐν τῇ κατ' ἐμοῦ χλεύῃ. Οὐκ ἀπήρκει δὲ αὐτοῖς διασύρειν καὶ χλευάζειν τὰς ἐμὰς ὑπὲρ αὐτῶν ἀσκήσεις, ἀλλὰ καὶ συμπόσια συγκροτοῦντες, ᾠδὰς καὶ ᾄσματα εἰς ἐμὲ διεξῄεσαν οἰνοφλυγοῦντες καὶ μεθυσκόμενοι ἐν ταῖς κατ' ἐμοῦ παροινίαις. Ἐφ' οἷς ἔτι μᾶλλον ἐγὼ συνεκάλυπτον ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐτιθέμην τὸ ἔνδυμά μου σάκκον, τὴν αὐτῶν ἀπώλειαν ἀποκλαιόμενος. ∆ιὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· «Καὶ ἔκλαυσα ἐν νηστείᾳ ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί. Καὶ ἔδωκεν ἔνδυσίν μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. Ὡμίλουν ἐν ἐμοὶ καθήμενοι πύλην· καὶ ψαλμοὶ πινόντων μέθυσμα.» κατὰ δὲ τὸν Σύμμαχον· «Καὶ κλάοντι μετὰ νηστείας τὴν ψυχήν μου ἐγένετο εἰς ὄνειδος ἐμοί. Καὶ τάσσων τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. ∆ιηγοῦντό με καθήμενοι ἐν πύλῃ, καὶ ἔψαλλόν με οἱ πίνοντες μέθυσμα.» Ἀλλὰ τούτοις συνεξετάσαι ἀναγκαῖον, πῶς εἴρηται ὑπὸ τοῦ Σωτῆρος ἐν Εὐαγγελίοις· «Ἦλθεν Ἰωάννης μήτε ἐσθίων μήτεπίνων, καὶ λέγουσιν· ∆αιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν.» Ἀλλ' ἐρεῖς ταῦτα κατ' ἀρχὰς τοῦ Εὐαγγελίου γίγνεσθαι, ὅτε διὰ τὸ μὴ νηστεύειν τοὺς μαθητὰς αὐτοῦ, τὴν ὑπὲρ αὐτῶν ἀπολογίαν ποιούμενος, ἔφασκεν· «Οὐ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ' ὅσον μετ' αὐτῶν ἐστιν ὁ νυμφίος· ἀρθήσεται ἀπ' αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.» Ὁρᾷς γὰρ, ὡς καὶ αὐτὸς ἠπίστατο τὸν τῆς νηστείας καιρόν; Εἰ τοίνυν τὸν καιρὸν τοῦ πάθους αὐτοῦ συνεξετάσειας τοῖς μετὰ χεῖρας προκειμένοις, εὕροις ἂν ὅπως 23.744 ταῦτα ἐπληροῦτο, ὅτε λοιπὸν αἰρομένου τοῦ νυμφίου καὶ οἱ μαθηταὶ αὐτοῦ ἐνήστευον. Ἐφ' οἷς οὐκ ἀπεικὸς ἦν καὶ αὐτὸν προορῶντα, ὡς μικρὸν ὕστερον ἀπηλλοτριωμένος ἔσται αὐτοῖς, καὶ ὡς τὸ πᾶν ἔθνος τοῦ ἐκ περιτομῆς λαοῦ τὸ αἷμα αὐτοῦ ἐξαιτήσεται, καὶ ὡς Πέτρος αὐτὸν ἀρνήσεται, καὶ τοιαῦτα κατ' αὐτοῦ τολμηθήσεται, ὥστε σκότος διαλαβεῖν τὸ