258
περιέχον, ἥλιόν τε αὐτὸν σκοτισθῆναι, καὶ τὸ καταπέτασμα τοῦ νεὼ σχισθῆναι, ἀνατραπῆναί τε πάντα τὰ πάλαι τοῦ Ἰσραὴλ σεμνὰ, λέγω δὲ τὴν βασιλείαν αὐτῶν καὶ τὴν ἱερωσύνην καὶ τὰ Ἅγια τῶν ἁγίων· πάντων τε τούτων ἀποβολὴν καὶ ἀνατροπὴν ἀθρόαν γενέσθαι· τούτων ἕνεκα οὐκ ἀπεικὸς ἦν αὐτὸν καταπονεῖν ἐν νηστείᾳ τὴν ψυχὴν αὐτοῦ, καὶ τιθέναι τὸ ἔνδυμα αὐτοῦ σάκκον ἐφ' ᾧ καὶ ἐχλεύαζον αὐτὸν οἱ ἀσεβεῖς, ἀντὶ παραβολῆς ταῖς κατ' αὐτοῦ διηγήσεσιν ἀδολεσχοῦντες· καὶ τὸν μὲν ἄλλον καιρὸν τῆς ἡμέρας, ἐν ταῖς πύλαις συναγόμενοι, τοὺς δι' αὐτῶν διερχομένους ταῖς κατ' αὐτοῦ διαβολαῖς ἐπλάνων· ἐν δὲ τῷ καιρῷ τῆς τροφῆς, οἴνῳ καὶ μέθῃ σχολάζοντες, ᾠδὰς συνετίθεσαν κατ' αὐτοῦ. ∆ιὸ συνεκάλυπτεν ἐν νηστείᾳ τὴν ψυχὴν αὐτοῦ, καὶ ἐτίθετο τὸ ἔνδυμα αὐτοῦ σάκκον, ὑπὲρ τῆς ἑτέρων σωτηρίας, δι' ὑπερβολὴν φιλανθρωπίας ταῦτα πράττων. «Κἀγὼ δὲ ἡ προσευχή μου πρὸς σὲ, Κύριε, καιρὸς εὐδοκίας, ὁ Θεός· ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου.» Οἱ μὲν ἐχλεύαζον, φησὶ, καὶ διέσυρον τὰς ἐμὰς κακώσεις· ἐγὼ δὲ προσεκαρτέρουν, τὴν ἐμὴν προσευχήν σοι τῷ Κυρίῳ προσαναφέρων. Τήρει δὲ, ὡς καὶ ἐνταῦθα τὸν Κύριον διὰ τοῦ τετραγράμμου ἡ Ἑβραϊκὴ ἐπισημαίνεται γραφή. Εὐχόμενος δὲ πρὸς σὲ τὸν Κύριον ταῦτα ἔλεγον· «Καιρὸς εὐδοκίας, ὁ Θεός·» ἢ, κατὰ τὸν Σύμμαχον· «καιρὸς διαλλαγῆς. Ὁ Θεὸς, ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου.» Εἰ γὰρ καί ποτε ἄλλοτε ἡ σὴ τοῦ Πατρὸς ἐμαρτύρησε φωνὴ λέγουσα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Ἀλλὰ νῦν μάλιστα καιρός ἐστι τῆς εὐδοκίας· διὸ ἱκετεύω ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπακοῦσαί μου, καὶ ἐν ἀληθείᾳ τῆς σωτηρίας σου σῶσαί με. Οὐ γὰρ ἀνθρωπίνης δέομαι σωτηρίας, ἀλλὰ τῆς ἀληθοῦς· Τοιαύτη δέ ἐστιν ἡ παρὰ σοῦ, καθ' ἣν σωθῆναι ἱκετεύω ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ. Ποίου δὲ πηλοῦ, ἢ περὶ οὗ ἀνωτέρω ἔλεγον· «Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις;» Ἡ γὰρ ἀνωτέρω λεχθεῖσα ἰλὺς βυθοῦ ἐνταῦθα πηλὸς ὠνόμασται. Σημαίνει δὲ διὰ τούτων τὴν τοῦ σώματος ἐν τῷ θανάτῳ λύσιν, περὶ ἧς ἐν ἑτέρῳ ἔφασκεν· «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.» Οἱ μὲν οὖν ὑπὸ τοῦ θανάτου κρατηθέντες, διαφθορὰν ὑπομείναντες καὶ ἐν φθορᾷ γενόμενοι, ἐναπομείναντές τε αὐτῇ, ἐνεπάγησαν εἰς τὸν πηλόν. Ἐγὼ δὲ εἰ καὶ κατῆλθον κενώσας ἐμαυτὸν μέχρι τούτου· ἀλλ' ἱκετεύω λέγων· «Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ.» Τὰ δὲ ἑξῆς ἐπιλεγόμενα τὰς ἐν αὐτῷ τῷ θανάτῳ δυνάμεις παρίστησιν· ἀφ' ὧν ῥυσθῆναι εὔχεται λέγων· «Ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων. Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ κατα 23.745 πιέτω με βυθός.» Ταῦτα δὲ τὰ ὕδατα οἵ τε ἐν αὐτοῖς δράκοντες καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦντο, κατὰ τό· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ἀλλὰ διὰ μὲν τῶν προτέρων τὴν κάθοδον αὐτοῦ τὴν εἰς ταῦτα παρίστη, διὰ δὲ τῶν μετὰ χεῖρας τὴν ἀπὸ τούτων ἐπάνοδον. «Ῥυσθείην» γάρ φησιν «ἐκ τῶν βαθέων τῶν ὑδάτων καὶ μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθὸς, μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ.» Τὰς μὲν γὰρ λοιπὰς τῶν ἀνθρώπων ψυχὰς κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ τὸ φρέαρ συνέσχε καὶ ἀπέκλεισε τῷ ἑαυτοῦ στόματι. Φρέαρ δὲ στόμα ἔχον αὐτὸς ἂν λεχθείη ὁ θάνατος, ὁ ἐξ αἰῶνος πάντας καταπεπωκὼς τοὺς εἰς αὐτὸν καταπεπτωκότας, καὶ μετὰ τὸ καταπιεῖν ἐνδακὼν, ὥσπερ καὶ ἀποκλείσας τὸ ἑαυτοῦ στόμα, πρὸς τὸ μή τινα παλινδρομῆσαι. Ἐπ' ἐμοῦ δὲ μὴ γένοιτο τοῦτο. ∆ιὸ ἀντιβολῶ σε τὸν Πατέρα λέγων· «Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθὸς, μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον, «Μηδὲ ἐπιπωμάσαι μοι φρέαρ τὸ στόμα αὐτοῦ.» Καὶ νῦν μὲν ὑδάτων