259
μέμνηται καὶ βυθῶν καὶ φρέατος· ἐν δὲ τῷ καʹ ψαλμῷ τὰ αὐτὰ ταῦτα σημαίνων, ἑτέροις ὀνόμασι κέχρηται λέγων· «Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.» Καὶ ταῦτα γὰρ περὶ τῶν ἐν τῷ καλουμένῳ ᾅδῃ δυνάμεων ἀντικειμένων λέλεκται, ὡς τοὺς τόπους διηγούμενοι παρεστήσαμεν. «Εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ' ἐμέ.» Καὶ ἐνταῦθα διὰ τοῦ παρ' Ἑβραίοις ἀνεκφωνήτου τὸν ἑαυτοῦ Πατέρα ὁ Σωτὴρ ἐπικαλεῖται λέγων· Ἐπειδὴ τάδε καὶ τάδε ᾔτησα, ἵνα μὴ ἐμπάγω εἰς τὸν πηλὸν, καὶ ὅπως ῥυσθείην ἐκ τῶν βαθέων τῶν ὑδάτων, τά τε τούτοις ἑξῆς, τούτου χάριν ἐπίνευσόν μου τῇ δεήσει, ὦ Κύριε, «ὅτι χρηστὸν τὸ ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ' ἐμέ. Μὴ ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου.» Ἐν οἷς παρακαλεῖ ἐπιβλέψαι, καὶ μὴ ἀποστρέψαι τὸ πρόσωπον ἐξ αὐτοῦ· ἵν' ὥσπερ μέγας ἀγωνοθέτης δοκιμάσῃ τὸν ἀγῶνα ὃν ὑπέστη καὶ τὴν ὑπομονὴν καὶ τὴν ταπείνωσιν, ἐφ' ᾗ σεμνυνόμενος ἀξιοῖ τὸν Πατέρα μὴ ἀποστρέψαι τὸ πρόσωπον ἐξ αὐτοῦ, ἀλλ' ἐπιβλέψαι εἰς αὐτόν. Εἶτα ἐπιλέγει· «Ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου·» ἢ κατὰ τὸν Ἀκύλαν, «Ὅτι στενόν μοι, ταχὺ ἐπάκουσόν μου.» Νοήσεις δὲ καὶ τούτου τὴν διάνοιαν ἐπιστήσας ὅπως εἴρηται τὸ, «Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι δι' αὐτῆς.» Πρῶτος γοῦν αὐτὸς τὴν στενὴν αὐτὴν καὶ τὴν τεθλιμμένην ὁδεύσας ἔλεγεν· «Ὅτι στενή μοι,» καὶ, «ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου·» Ἐδήλου δὲ καὶ διὰ τῶν ἔμπροσθεν τὴν θλίψιν ἑαυτοῦ καὶ τὴν 23.748 στένωσιν λέγων· «Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί. Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον.» Ἐπὶ τούτοις οὖν καὶ παρεκάλει τὸν Πατέρα ἐμβλέψαι καὶ θεάσασθαι τοὺς ἄθλους οὓς ὑπὲρ ἡμῶν ὑπέμεινε· διὸ ἔλεγε· «Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.» Εἶτα δεικνὺς αὐτοῦ τὰ κατορθώματα οἷς ἐμβλέψαι παρεκάλει, ἐπιλέγει· «Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. Σὺ γιγνώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου.» Ὡς γὰρ ἀνωτέρω ἔλεγε· «Σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν·» οὕτω καὶ νῦν τῆς σῆς, φησὶ, γνώσεως τυγχάνουσιν ἄξιοι οἱ ὀνειδισμοί μου. Ἐδήλου δὲ περὶ τούτων καὶ ἐν τοῖς ἔμπροσθεν λέγων· «Καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ.» Ἐπεὶ τοίνυν σῇ κρίσει καὶ σῷ πνεύματι τοὺς ὀνειδισμοὺς ὑπέμεινα, καὶ τὸ μεστὸν αἰσχύνης τὸ πάθος, διὰ τοῦτό φημι· «Σὺ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου.» Τὴν μὲν ἐμὴν οἶδας αἰσχύνην οὐκ οὖσαν ἀναξίαν τῆς σῆς γνώσεως. Καὶ τὴν ἐντροπήν μου, ἣν ὑπέμεινα, «τὸν νῶτόν μου δοὺς εἰς μάστιγας καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα,» γινώσκεις. Οὐκέτι δὲ ὁμοίως ἐμοὶ τοὺς θλίβοντάς με γινώσκεις· οὐ γὰρ τῆς σῆς τυγχάνουσι γνώσεως ἄξιοι. ∆ιὸ περὶ αὐτῶν φημι, «Ἐναντίον σοῦ πάντες οἱ θλίβοντές με.» Οὕτω δέ εἰσιν ἐναντίον σοῦ, ὡς τὰ ἐναντία σοὶ προῃρημένοι· θλίβουσι δέ με μηδὲν ὠφελούμενοι ἐκ τῆς ἐμῆς θεραπείας, καὶ θλίβουσι διὰ τῆς αὐτῶν ἀπωλείας. Εἶτ' ἐπιλέγει· «Ὀνειδισμὸν προσεδόκησεν ἡ καρδία μου καὶ ταλαιπωρίαν·» ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Ὀνειδισμὸς κατέαξε τὴν καρδίαν μου, καὶ ἠνιώμην·» ὁ δὲ Ἀκύλας, «Ὀνειδισμὸς, φησὶ, συνέτριψε τὴν καρδίαν μου, καὶ ἀπεγνώσθην.» «Καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξεν, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον. Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Κατὰ δὲ τὸν Σύμμαχον· «Καὶ ἀνέμενον συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρηγοροῦντα, καὶ οὐχ εὕρισκον· Καὶ ἐνέβαλλον εἰς τὴν τροφήν μου χολὴν, καὶ ἐν τῇ δίψει μου ἐπότισάν με ὄξος.» Ὅτι μὲν οἱ μαθηταὶ αὐτοῦ, καταλιπόντες αὐτὸν,