261
ὀφθαλμοὶ αὐτῶν,» ἀντὶ τοῦ, «σκοτισθήσονται·» καὶ τὰ ἑξῆς τούτοις παραπλησίως. Οὐ γὰρ ἔχει λόγον τὸν ἡμῖν προστάττοντα μὴ ἀνταποδιδόναι κακὸν ἀντὶ κακοῦ, ἀλλὰ προσεύχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων, καὶ εὐλογεῖν καὶ μὴ καταρᾶσθαι, ἀγαπᾷν δὲ καὶ τοὺς ἐχθροὺς, αὐτὸν τοιαῦτα κατεύχεσθαι ἑτέροις. Οὐκ εὐκτικῶς τοίνυν, οὐδὲ προστακτικῶς, κατὰ δὲ τὸν ἀποδοθέντα τρόπον προφητικῶς καὶ ταῦτα λέλεκται. Ἀνθ' ὧν γὰρ τετολμήκασι καὶ διεπράξαντο κατ' ἐμοῦ, τοιαῦτα αὐτοὺς διαδέξεται· ἡ τράπεζα αὐτῶν ἔσται αὐτοῖς οὐκ εἰς παράθεσιν τροφῆς, ἀλλ' εἰς παγίδα καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον, ἀνθ' ὧν ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν. Τράπεζαν δὲ τοῦ Ἰουδαίων ἔθνους τίνα ἂν εἴποις ἢ τὰς θεοπνεύστους Γραφὰς, ἃς μελετᾷν καὶ ἀποστοματίζειν εἰώθασιν; ὧν ἡ μὲν θεωρία καὶ ἡ νόησις, ψυχῶν τροφὴν λογικῶν περιέχει, ἡ δὲ λέξις τραπέζης χώραν περιέχει. Ταύτην τοίνυν τὴν τράπεζαν αὐτῶν, τὴν πρόχειρον τῶν θείων Γραφῶν ἀνάγνωσιν προαγορεύει ἔσεσθαι αὐτοῖς εἰς παγίδα καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον· καὶ ἔσεσθαι αὐτὴν τοιαύτην αὐτοῖς, οὐ φύσει οὖσαν τοιαύτην, ἀλλ' αὐτοῖς ἔσεσθαι τοιαύτην. Τοῦτο γὰρ σημαίνει ὁ λόγος εἰπών· «Ἐνώπιον αὐτῶν γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον.» Ἔργῳ δὲ τοῦτο εἰς αὐτοὺς πληροῦται. Ταῖς γοῦν θείαις Γραφαῖς ἐντυγχάνοντες ἐξ αὐτῶν παγίσι περιπείρονται, ἑτέρως ἢ κατὰ τὸν ἀληθῆ νοῦν ἐκλαμβάνοντες τὰς λέξεις, καὶ διαστρέφοντες τὸν ἐν αὐταῖς ὀρθὸν λόγον, ἐξ αὐτῶν τε εἰς ἀπιστίαν τοῦ Σωτῆρος περιπειρόμενοι. Ἀλλὰ καὶ εἰς ἀνταποδόσεις γίνεται αὐτοῖς ἡ τράπεζα αὐτῶν. Ἐν γὰρ αὐτῷ τούτῳ τῷ μὴ συνιέναι τὰ ἀναγνώσματα, ἀπολαμβάνουσιν ὧν ἔδρασαν κατ' αὐτοῦ τὴν τιμωρίαν. ∆ιόπερ ὁ Σύμμαχος ἀντὶ τοῦ, «καὶ εἰς ἀνταποδόσεις, καὶ εἰς τιμωρίαν, ἡρμήνευσεν. Ἀλλὰ καὶ εἰς σκάνδαλον γίνεται ἐνώπιον αὐτῶν ἡ τράπεζα αὐτῶν. Σκανδαλίζονται γὰρ ἐντυγχάνοντες ψιλαῖς ταῖς λέξεσι, καὶ μὴ συνιέντες τὴν ἐν αὐταῖς θεωρίαν· οἷον ἀκούοντες, ὡς, ἐπιστάντος τοῦ Χριστοῦ, συμβοσκήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ λέων καὶ βοῦς φάγεται ἄχυρα· ταῦτα καὶ τὰ τοιαῦτα μὴ συνιέντες, σκανδαλίζονται ἐπὶ τῷ ἐληλυθότι Χριστῷ, ὅτι μὴ αἰσθητῶς ἐγένετο ταῦτα ἐν τῇ αὐτοῦ παρουσίᾳ. Οὕτως οὖν ἡ ἀποδοθεῖσα αὐτῶν τράπεζα γέγονεν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον. Καὶ ταῦτα πεπόνθασιν, ἐπειδήπερ ἐσκοτίσθησαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, διὰ τὸ παρῃτῆσθαι τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον, καὶ ἐπεὶ ὀφθαλμοὺς ἔχοντες οὐκ ἔβλεπον, καὶ ὦτα ἔχοντες οὐκ ἤκουον. Ἐπαχύνθη γὰρ ἡ καρδία αὐτῶν, κατὰ τὸν Ἡσαΐαν, καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν, καὶ τὰ ὦτα ἐβάρυναν. ∆ιὸ προαγορεύει φάσκων ὁ λόγος· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν.» Καὶ ἄλλο δὲ ἐναργῶς συμβὰν αὐτοῖς θεσπίζει λέγων· «Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμ 23.753 ψον,» ἀντὶ τοῦ, «συγκάμψεις·» καὶ, «Ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου,» ἀντὶ τοῦ, «ἐκχεεῖς·» καὶ, «ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτοὺς,» ἀντὶ τοῦ, «καταλήψεται.» Ὅπως δὲ καὶ ταῦτα μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν τόλμαν τῷ Ἰουδαίων συμβέβηκεν ἔθνει, οὐ δυσχερὲς καταμαθεῖν. Πάλαι μὲν γὰρ διὰ τὰς εἰδωλολατρείας αὐτῶν ἐχθροῖς καὶ πολεμίοις πρὸς ὀλίγον καιρὸν ἐδουλοῦντο· εἶτ' αὖθις τὴν οἰκείαν ἐλευθερίαν ἐλάμβανον· αὐτόνομοί τε καὶ αὐτοβασίλευτοι διετέλουν, τὸ ἱερὸν καὶ τὴν ἐν αὐτῷ κατὰ τὸν Μωϋσέως νόμον λατρείαν διατρέχοντες· μετὰ δὲ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν, πάντων ἀθρόως ἐστερήθησαν· πολιορκίαν τε καὶ δουλείαν τὴν ὑπὸ Ῥωμαίοις ὑπομείναντες, διέμειναν οὕτω ταπεινοὶ, καὶ μηκέτ' ἀνανεῦσαι δεδυνημένοι· ὃ δὴ σημαίνει ἡ μετὰ χεῖρας προφητεία ἐν τῷ λέγειν· «Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον.» Πρόσχες γὰρ ὅπως εἴρηται τὸ, «διαπαντός·» οὐ