262
γὰρ πρὸς ὀλίγον τινὰ χρόνον καθὼς ἄλλοτε ἐγένετο, ἀλλὰ, «διαπαντὸς,» φησίν. Ἀνθ' οὗ ὁ μὲν Ἀκύλας ἡρμήνευσε· «Καὶ τοὺς νώτους αὐτῶν ἐνδελεχῶς ἀτόνωσον·» ὁ δὲ Σύμμαχος· «Καὶ τὰς ὀσφῦς αὐτῶν διαπαντὸς ἐξάρθρωσον.» Καὶ τοῦτο δὲ αὐτοῖς συνέβη· ἐπεὶ ἡ ὀργὴ τοῦ Θεοῦ οὐκέτι μέτρῳ κατὰ τὸ παλαιὸν μετῆλθεν αὐτούς· ἡ πᾶσα δὲ ἀθρόως κατ' αὐτῶν ἐξεχύθη. ∆ιὸ ἐπιλέγεται· «Ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.» Τοῦτο δὲ καὶ ἐν ἑτέρῳ δηλοῦται ψαλμῷ τῷ φήσαντι· «Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;» Καὶ ὁ θεῖος δὲ Ἀπόστολος τούτοις συμφώνως ἔλεγεν· «Ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.» Πρῶτον οὖν ἡ τράπεζα αὐτῶν ἐγένετο αὐτοῖς εἰς παγίδα· εἶτα οἱ ὀφθαλμοὶ αὐτῶν ἐσκοτίζοντο· εἶτα ὁ νῶτος αὐτῶν διαπαντὸς ἐκάμπτετο, τῆς τοῦ Θεοῦ ὀργῆς ἐπ' αὐτοὺς ἐκχεομένης. Μετὰ δὲ ταῦτα ἄλλο τι γενήσεσθαι αὐτοῖς προαγορεύει φάσκων· «Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη·» ἀντὶ τοῦ, γενηθήσεται· «καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·» ἀντὶ τοῦ, μὴ ἔσεται. Ἔδει γὰρ μηδὲ τοῦτο παρελθεῖν τὴν προφητικὴν γνῶσιν· ὡς ἄρα καὶ ἡ ἔπαυλις αὐτῶν ἔσται ἔρημος· ἢ κατὰ τὸν Σύμμαχον, «ἀοίκητος·» ἢ κατὰ τὸν Ἀκύλαν, «ἠφανισμένη.» Ἔπαυλιν δὲ αὐτῶν τὴν Ἱερουσαλὴμ ὀνομάζει, οὐκέτι Θεοῦ πόλιν οὖσαν, ἀλλ' αὐτῶν ἔπαυλιν. ∆ιὸ καὶ ἔρημον αὐτὴν ἔσεσθαί φησιν· ὃ δὴ καὶ ἔργῳ δείκνυται. Εἶτ' ἐπιλέγει· «Καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν,» ἐξ αὐτῶν δηλαδὴ τῶν πάλαι οἰκητόρων· ὃ καὶ αὐτὸ ὀφθαλμοῖς ἡ ἀλήθεια τοῦ λόγου παρίστησιν. Εἰ γοῦν τις ἀφίκοιτο εἰς τοὺς τόπους, ἴδοι ἂν τὴν ἐσχάτην ἐρημίαν τοῦ τόπου· Ἰουδαίων δὲ οὐδένα τολμῶντα ἐπιβαίνειν τῇ πόλει, μήτι γε οἰκεῖν αὐτόθι· ἀλλ' οὐδὲ οἴκησις Ἰουδαϊκὴ περιλέλειπται ἐν τῷ τόπῳ, ὥς τινα τῶν Ἑλλήνων οἰκεῖν ἐν αὐτῇ δύνασθαι. ∆ιὸ λέλεκται· «Καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·» ἢ κατὰ τὸν Σύμμαχον· «Ἐν ταῖς σκηναῖς αὐτῶν μὴ ἔστω ὁ κατοικῶν.» Ἄρδην γὰρ ἐκ βάθρων πᾶσαι αὐτῶν αἱ σκηναὶ καὶ αἱ οἰκήσεις κατεσκάφησαν. Ὅρα τοίνυν ὁπόσων ἐμνημόνευσεν ὁ λόγος, ἐρημίας τοῦ ἁγίου τόπου, ἀφανισμοῦ τῶν σκηνωμάτων αὐτῶν, τοῦ ἔθνους παντελοῦς ταπεινώσεως, 23.756 σκοτισμοῦ τῆς διανοίας αὐτῶν, ἀνοησίας τῶν θείων Γραμμάτων, ἃ καὶ οὐκ ἄλλοτε ἐπληροῦτο εἰς αὐτοὺς ἢ μετὰ τὸ ἀσεβῆσαι εἰς τὸν Χριστὸν τοῦ Θεοῦ. ∆ιὸ ἐπιλέγει τούτοις ἑξῆς τὴν αἰτίαν ὧδε φάσκουσα προφητεία· «Ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν,» καὶ τὰ ἑξῆς. Τὰ προλεχθέντα πάντα συμβήσεσθαι αὐτοῖς φησιν, οὐ διά τινα εἰδωλολατρείαν, ἀλλ' «ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν.» Σὺ μὲν γὰρ κατὰ τὴν λέγουσαν προφητείαν, «Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης,» δι' οὓς αὐτὸς οἶδας λόγους ἐπάταξας. Ὅθεν εἴρηται παρὰ τῷ Ἀποστόλῳ· «Εἰ γὰρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν.» Τίνι δὲ παρέδωκεν αὐτὸν, Ἡσαΐας διδάξει λέγων· «Καὶ Κύριος παρέδωκεν αὐτὸν ἁμαρτίαις ἡμῶν·» διὸ γέγονεν ὑπὲρ ἡμῶν κατάρα. Μὴ γνόντα γὰρ αὐτὸν ἁμαρτίαν ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη ἐν αὐτῷ. Ἀλλὰ καὶ «ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν γέγονε· καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.» Οὐκοῦν καὶ πληγὰς καὶ μώλωπας εἴληφε, καὶ ταῦτα πάντα πέπονθε, τοῦ Πατρὸς βουλομένου καὶ συγχωροῦντος οὕτω γίγνεσθαι. ∆ιὸ ἐν μὲν Ζαχαρίᾳ τῷ προφήτῃ λέλεκται· «Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου, καὶ ἐπ' ἄνδρα πολίτην αὐτοῦ. Πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήτω τὰ πρόβατα τῆς ποίμνης·» ἐν δὲ τῷ Εὐαγγελίῳ αὐτὸς ὁ Σωτὴρ ἡμῶν πρὸς τῷ πάθει γενόμενος τοῖς αὐτοῦ μαθηταῖς διεστέλλετο εἰπών· «Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοί. Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης.» Καὶ ἐν τῷ μετὰ χεῖρας