263
τοιγαροῦν τούτοις συμφώνως εἴρηται τὸ, «Ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν.» Ὁ μὲν οὖν Πατὴρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. ∆υνάμει τε αὐτὸς ἦν ὁ πατάξας διὰ τοῦ συγχωρῆσαι τοιαῦτα αὐτὸν παθεῖν. Οἱ δὲ οὐκ ἐπάταξαν μόνον, ἀλλὰ καὶ ἤλασαν ἐξ ἑαυτῶν καὶ μακρὰν ἀπεδίωξαν αὐτόν· δέον καὶ παταχθέντα παραδέξασθαι· γνόντας, ὅτι Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, καὶ ὅτι μὴ γνόντα ἁμαρτίαν, αὐτὸν ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν· ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. Μνημονεῦσαι δὲ χρὴ καὶ τῶν Ἡσαΐου φωνῶν, δι' ὧν ἐλέγετο· «Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· καὶ Κύριος παρέδωκε ταῖς ἁμαρτίαις ἡμῶν·» καὶ, «Ὅτι οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται·» ὅτι τε ἐτραυματίσθη οὐ δι' ἄλλο τι, ἀλλὰ διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Οἱ δὲ τούτων μὲν οὐδὲν διενοήθησαν, ἤλασαν δὲ αὐτὸν καὶ ἀπεδίωξαν ἑαυτῶν, ἐξαιτησάμενοι μὲν τὸν φονέα, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀρνησάμενοι. ∆ιό φησιν ἐνταῦθα· «Ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.» Ἐγὼ μὲν γὰρ τὰ ὑπὲρ αὐτῶν ἀνεδεχόμην τραύματα, καθαρμὸς αὐτῶν γενόμενος, καὶ ἀντίψυχον διὰ τὰς ἁμαρτίας αὐτῶν· οἱ 23.757 δὲ προσέθηκαν ἐμοὶ τὰ ἑαυτῶν κακά. «Ἔδωκαν» γοῦν «εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος·» οὐ μόνον καθ' ὃν ἔπασχον ὑπ' αὐτῶν καιρὸν, ἀλλὰ καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ταῖς κατ' ἐμοῦ βλασφημίαις παραμένοντες. ∆ιὸ κατὰ τὸν Ἀκύλαν, ἀντὶ τοῦ, «προσέθηκαν,» διηγήσονται, εἴρηται· κατὰ δὲ τὸν Σύμμαχον, «ἐξηγοῦντο.» Οὐ γὰρ ἀπήρκει τὸ ἅπαξ ποτὲ τραυματίσαι αὐτὸν, καὶ τοιαῦτα κατ' αὐτοῦ τολμῆσαι· ἀλλ' ὥσπερ ἐπὶ κατορθώμασιν ἐγκαυχώμενοι τοῖς ἑαυτῶν τέκνοις, τὰ κατ' αὐτοῦ τολμηθέντα αὐτοῖς διηγοῦντο. Ἐπεὶ τοίνυν αὐτοὶ ταύτην εἵλαντο τὴν μερίδα, διώξαντες μὲν ὃν σὺ ἐπάταξας, ἀνομίας δὲ καὶ ἀσεβείας ἐφ' ἑαυτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν σωρεύσαντες· εἰκότως ἐπιλέγεται τούτοις· «Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν·» ἀντὶ τοῦ, «προσθήσεις·» ἔσται γὰρ αὐτοῖς κακῶν προσθήκη. Τὰ μὲν γὰρ ἐκ τοῦ ἐφ' ἡμῖν ἀνθρώποις γίγνεται, τὰ δὲ ἐκ τῶν ἐπακολουθούντων ἔξωθεν τῷ ἐφ' ἡμῖν. ∆ιὸ λέλεκταί που πρὸς τὸν Θεόν· «Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις·» Καὶ ἐν τῷ νόμῳ δὲ εἴρηται ἐκ προσώπου αὐτοῦ. «Καὶ ἐὰν πορευθῆτε πρὸς μὲ πλάγιοι, πορεύσομαι κἀγὼ πρὸς ὑμᾶς θυμῷ πλαγίῳ.» Ἐπεὶ τοίνυν αὐτοὶ ὥσπερ μακρῷ σχοινίῳ τὰς ἀνομίας ἑαυτῶν ἐπεσπάσαντο, εἰκότως καὶ σὺ ὁ δίκαιος κριτὴς προσθήσεις ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν· δευτέραν αὐτοῖς πρὸς τῇ προτέρᾳ λογιζόμενος. Ἀλλὰ καὶ «Μὴ εἰσελθέτωσαν, φησὶν, ἐν δικαιοσύνῃ σου.» Ἡ μὲν γὰρ σὴ δικαιοσύνη δικαίους εἰσκαλεῖται, καὶ πάντας εἰς τὰ ἐνδοτάτω τῆς σῆς βασιλείας κατὰ τὰς ἐπαγγελίας ὑποδέχεται· οἱ δὲ τοιαῦτα τολμήσαντες οὐκ εἰσελεύσονται μετὰ τῶν τῇ σῇ δικαιοσύνῃ συνελευσομένων· ἀλλ' οὐδὲ ἐγγραφήσονται ἐν βίβλῳ ζώντων· τοὐναντίον δὲ πείσονται τοῖς ἐγγραφομένοις. Εἰ γὰρ καὶ πρῶτοι τῆς ἐμῆς χάριτος ἀξιωθέντες ἐνεγράφησάν ποτε ἐν τῇ βίβλῳ τῶν ζώντων διὰ τοὺς παρὰ τῷ Θεῷ ζῶντας πατέρας αὐτῶν, ὡς καὶ αὐτοῖς δεδόσθαι τὰς ἐπαγγελίας· ἀλλ' ἐπεὶ τοιαῦτα τετολμήκασιν, «Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων.» ∆ιασαφῶν δὲ τὴν ἔννοιαν τῆς βίβλου τῶν ζώντων, ἐπιλέγει ἑξῆς· «Καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.» Ἐκλογῆς γὰρ γιγνομένης τῶν κατὰ τὸν ἀνθρώπινον βίον, οἱ μὲν ζωῆς ἄξιοι τῆς παρὰ τῷ Θεῷ διὰ τὴν οἰκείαν δικαιοσύνην ἀνάγραπτοι γενήσονται παρ' αὐτῷ· οἱ δὲ ἀπόβλητοι τῆς βίβλου ἔσονται οἱ τὸν ἀρχηγὸν τῆς ζωῆς παραιτησάμενοι. Καὶ τοῦτο μὲν τὸ τέλος τῶν τὰ προλεχθέντα κατὰ τοῦ Σωτῆρος ἡμῶν τετολμηκότων· τὰ δ' ἑξῆς ὁ λόγος ἐπὶ τὸ φαιδρότερον μεταβάλλει, ἐντεῦθεν λοιπὸν τῆς εὐαγγελικῆς χάριτος ἀπαρχόμενος. «Πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι, ἡ σωτηρία σου, ὁ Θεὸς,