264
ἀντελάβετό μου.» Ὁ εἰπὼν ἐν Εὐαγγελίοις· «Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ,» διὰ τῶν προκειμένων πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι, φησί. Πτωχὸς δὲ ἦν τὸν πλοῦτον τῆς αἰωνίου βασιλείας ἀποθέμενος ∆ιό φησιν ὁ Παῦλος· «Ἰησοῦς Χριστὸς πλούσιος ὢν, δι' ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.» Ἀλλὰ καὶ «ἀλγῶν» 23.760 γέγονε· διὸ ἔλεγεν ἀνωτέρω· «Καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.» Ἤλγει γὰρ ἐπὶ τοῖς ἀπολλυμένοις, καὶ ὑπερέπασχε τῶν μὴ προσιόντων τῇ δι' αὐτοῦ προξενουμένῃ σωτηρίᾳ. ∆ιὸ ὥσπερ ἀλγῶν ἐβόα· «Ὦ γενεὰ ἄπιστε καὶ διεστραμμένη, ἕως πότε μεθ' ὑμῶν εἰμι; ἕως πότε ἀνέχομαι ὑμῶν;» ∆ιό φησι· «Πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι· ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου.» Αἰνίττεται δὲ διὰ τούτων τὴν μετὰ τὸν θάνατον αὐτοῦ σωτηρίαν. Εἰ γὰρ ἐνεπάγη εἰς ὕλην βυθοῦ, καὶ ἦλθεν εἰς τὰ βάθη τῆς θαλάσσης, ὡς διὰ τῶν τῆς προφητείας ἐδήλου, νυνὶ δέ φησιν· «Ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου·» σαφῶς παρίστησιν ἀντιλήψεως τετυχηκέναι, μετὰ τὸ ἐληλυθέναι εἰς τὰ βάθη τῆς θαλάσσης, μετὰ τὸ πεπονθέναι τὰ προλεχθέντα. ∆ιὸ καὶ ἐν καʹ ψαλμῷ τὸν «ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς» ἀνέπεμπεν ὕμνον. Εἶθ' ὡς τυχὼν ἀντιλήψεως, μεταβάλλει τοὺς λόγους ἐπὶ τὸ φαιδρότερον, ὕμνους ἀναπέμπων τῷ ἑαυτοῦ Πατρὶ, ἐν οἷς φησιν· «Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μετ' ᾠδῆς.» Τὸ δὲ μετὰ μέλους καὶ ᾠδῆς λόγους προσφέρεσθαι σύμβολον ἦν θυμηδίας καὶ εὐφροσύνης. Ἀλλὰ καὶ «μεγαλυνῶ αὐτὸν,» φησίν· δῆλον δ' ὅτι τὸν αὐτοῦ Πατέρα. Πῶς δὲ καὶ αὐτὸν μεγαλυνεῖ, ἐπιλέγει ἑξῆς, «ἐν αἰνέσει·» ἢ κατὰ τὸν Ἀκύλαν, «ἐν εὐχαριστίᾳ.» Νοήσεις δὲ τὴν εὐχαριστίαν καὶ τὴν αἴνεσιν δι' ἧς ὁ Υἱὸς μεγαλύνει τὸν Πατέρα, ἐπιστήσας τοῖς μυστηρίοις τῆς Καινῆς ∆ιαθήκης, ἐν οἷς καθ' ὅλης τῆς οἰκουμένης ἡ Ἐκκλησία τοῦ Θεοῦ τὰς εὐχαριστίας καὶ τὰς λογικὰς καὶ ἀκάπνους λατρείας ἀναφέρειν τῷ Θεῷ παρείληφεν. Αὕτη δὲ ἡ αἴνεσις καὶ ἡ εὐχαριστία πολὺ κρείττων τυγχάνει τῶν σωματικῶν θυσιῶν, τῶν κατὰ τὸν Μωϋσέως νόμον πάλαι προσαγομένων. ∆ιὸ ἐπιλέγει· «Καὶ ἀρέσει τῷ Κυρίῳ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς.» Εἰ γὰρ ἐπὶ τούτοις σεμνύνονται Ἰουδαίων παῖδες, ἴστωσαν, ὅτι πολὺ βελτίων καὶ τῷ Θεῷ προτιμοτέρα ἡ ἐμὴ εὐχαριστία καὶ ἡ ἐμὴ αἴνεσις τῶν προλεχθέντων. ∆ιὸ κατὰ τὸν Σύμμαχον εἴρηται· «Καὶ ἀρέσει τῷ Κυρίῳ μᾶλλον ἢ βοῦς ταῦρος διχηλῶν, κεράστης.» ∆ιὰ τί δὲ ἐνταῦθα μόσχου μνημονεύει καὶ οὐχ ἑτέρου τινὸς τῶν προσφέρεσθαι εἰωθότων εἰς θυσίαν ζώων, ἄξιον μὴ ἀβασανίστως παρελθεῖν. Τῶν γὰρ κατὰ τὸν Μωϋσέως νόμον θύεσθαι προσταττομένων ζώων τὰ μὲν ἐξ ἀγέλης βοῶν προσήγετο, τὰ δὲ ἐκ προβάτων, τὰ δὲ ἀπὸ πετεινῶν· καὶ τὰ μὲν ἄῤῥενα, τὰ δὲ θήλεα· καὶ τὰ μὲν ἑκούσια κατὰ προαίρεσιν, τὰ δὲ κατὰ ὀφειλήν· καὶ τὰ μὲν ὠνομάζετο θυσία σωτηρίου, τὰ δὲ ὑπὲρ ἁμαρτίας· καὶ τὰ μὲν ὑπὲρ τοῦ ἀρχιερέως προσεφέρετο, τὰ δὲ ὑπὲρ παντὸς τοῦ λαοῦ, τὰ δὲ ὑπὲρ ἄρχοντος ἡμαρτηκότος. Πολλῆς δὲ οὔσης ἐν τούτοις διαφορᾶς, οὐδὲ πώποτε ὑπὲρ τοῦ τυχόντος ἄρχοντος, οὐδ' ὑπὲρ ἰδιώτου ἀνδρὸς μόσχος ἀνεφέρετο. Ποτὲ δὲ ὁ μόσχος ὁ ἄῤῥην ἐθύετο, ἄλλοτε πᾶσα ἡ συναγωγὴ ἁμαρτίᾳ περιπεπτώκει, ὑπὲρ ἧς καὶ αὐτὸς ὁ ἱερεὺς ὥσπερ κεφαλὴ ὢν τοῦ παντὸς λαοῦ τῆς ἁμαρτίας κοινωνὸς τὸν μόσχον προσῆγε. Ταῦτα δὲ ἐν Λευιτικῷ εὕροις ἂν ἐπιστήσας, ἐν ᾧ 23.761 γέγραπται· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Λάλησον πρὸς τοὺς υἱοὺς Ἰσραὴλ λέγων· Ἐὰν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ λαὸν ἁμαρτεῖν, καὶ προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτε, μόσχον ἐκ βοῶν ἄμωμον τῷ Κυρίῳ·» καὶ ἑξῆς· «Ἐὰν δὲ πᾶσα συναγωγὴ Ἰσραὴλ ἀγνοήσῃ, καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς· καὶ ποιήσωσι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν τοῦ Κυρίου, ἢ οὐ ποιηθήσεται, καὶ πλημμελῶσι, καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ· καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν περὶ τῆς