265
ἁμαρτίας.» Καὶ μετὰ ταῦτα ἡ ἱστορία εἰσάγει ὑπὲρ τοῦ ἀρχιερέως θυσίαν μόσχον, ἐν οἷς εἴρηται· «Καὶ προσήγαγε Μωϋσῆς τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ ἐπέθηκεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας, καὶ ἔσφαξεν αὐτόν.» Ὁρᾷς ἐπὶ ποίοις ὁ μόσχος προσεφέρετο ἐπὶ πάσῃ τῇ συναγωγῇ Ἰσραὴλ ἁμαρτούσῃ, καὶ ἐπὶ ἀρχιερεῖ ἡμαρτηκότι· καὶ οὐχ ἁπλῶς ἡμαρτηκότι, ἀλλὰ καὶ τῷ λαῷ αἰτίῳ γενομένῳ ἁμαρτίας· λέγει γάρ· «Ἐὰν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ τὸν λαὸν ἁμαρτεῖν·» ἀνθ' οὗ ὁ Ἀκύλας ἡρμήνευσεν· «Εἰς πλημμέλησιν τοῦ λαοῦ.» Ἐπεὶ τοίνυν κατὰ τὸ σωτήριον πάθος οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, τῷ τε παντὶ λαῷ διαστροφῆς αὐτοὶ γεγόνασιν αἴτιοι· γέγραπται γάρ· «Καὶ οἱ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως θανατώσωσιν αὐτόν·» καὶ πάλιν ἑξῆς· «Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωσι τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν·» Χρεία δὲ ἦν καθάρσεως τοῖς ταῦτα τετολμηκόσι, καὶ θυσίας οὐκ ἄλλης, ἢ τῆς διὰ τοῦ μόσχου, ὡς μεμαρτύρηται διὰ τῆς προτεθείσης Γραφῆς· εἰκότως, Οὐκ αἰσθητὸν ἐγὼ, φησὶ, μόσχον προσφέρω, διὰ τῶν προκειμένων ὁ Σωτὴρ ἡμῶν, ἀλλὰ τὴν καθαρὰν καὶ ἄναιμον θυσίαν, ἣν αὐτὸς ἐγὼ συνεστησάμην ἐν τῇ ἐμαυτοῦ Ἐκκλησίᾳ διὰ τῆς ἀναίμου καὶ ἀπύρου λειτουργίας, τῆς δι' αἰνέσεως· ἥτις ἀρέσει τῷ Θεῷ μᾶλλον ἢ ὁ παρὰ Μωϋσεῖ νενομοθετημένος μόσχος. ∆ιὸ λέλεκται· «Μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει. Καὶ ἀρέσει τῷ Θεῷ,» ἡ αἴνεσις δηλαδὴ, «ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς.» Ἔτυχον δ' ἂν ἀφέσεως καὶ καθάρσεως τῶν ἡμαρτημένων αὐτοῖς οἱ ἀρχιερεῖς καὶ οἱ τοῦ παντὸς ἔθνους, εἰ κέχρηντο ταύτῃ τῇ θυσίᾳ, τὴν καινὴν καὶ σωτήριον ∆ιαθήκην παραδεξάμενοι. Εἶτα εὐχὴν ἀναπέμπει ὁ προλεχθεὶς πτωχὸς ὑπὲρ τῶν παραπλησίως αὐτῷ πτωχῶν, περὶ ὧν διδάσκει λέγων· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Καί φησι διὰ τῆς εὐχῆς· «Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν.» Εὔχεται δὲ ἤδη ποτὲ εἰς ἔργα χωρῆσαι τὰ προλεχθέντα, ὥστε ὀφθαλμοῖς αὐτὰ θεάσασθαι τοὺς εἰρημένους πτωχοὺς, δηλαδὴ τοὺς μαθητὰς αὐτοῦ καὶ τοὺς ἀποστόλους. Ἰδεῖν δὲ τούτοις εὔχεται τὴν ἀποδομασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» 23.764 θεῖσαν αὐτοῦ αἴνεσιν τὴν ὑπὲρ μόσχον νέον τὸν κέρατα ἐκφέροντα καὶ ὁπλάς. Καὶ δὴ πληρουμένης αὐτοῦ τῆς εὐχῆς μακροῖς ὕστερον χρόνοις, ἐμακάριζε τοὺς κατηξιωμένους τῆς τῶν πραγμάτων θέας· διὸ ἐν Εὐαγγελίοις ἀναγέγραπται τοῖς αὐτοῦ μαθηταῖς εἰπών· «Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσι.» Ταῦτα γὰρ σύμφωνα ἦν τῷ φήσαντι λόγῳ· «Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν· ἐκζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν.» Εὐξάμενος ὑπὲρ τῶν πτωχῶν, πρὸς αὐτοὺς λοιπὸν ποιεῖται τὸν λόγον, εὐαγγελίζεταί τε αὐτοῖς ζωὴν οὐ σωμάτων, ἀλλὰ ψυχῶν· καὶ ταύτην αὐτοῖς εὑρεθήσεσθαι ἐκζητήσασι τὸν Θεὸν ἐπαγγέλλεται· διό φησι· «Ἐκζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν.» Πηγὴ γὰρ ζωῆς παρ' αὐτῷ. ∆ιὸ πάντα δεύτερα θεμένους τοὺς εἰρημένους πτωχοὺς, ἐκζητεῖν αὐτὸν προστάττει μετὰ πίστεως καὶ ἀγαθῆς ἐλπίδος· ζήσεσθαι γὰρ αὐτοὺς ἐπαγγέλλεται ζωὴν ψυχῆς, περὶ ἧς καὶ ὁ Ἀπόστολος ἐδίδασκε λέγων· «Ἡ γὰρ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Εἶτ' ἐπιλέγει· «Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσε.» Πάλιν δὲ κἀνταῦθα τὸ, «εἰσήκουσεν,» ἀντὶ τοῦ, «εἰσακούσεται,» εἴρηται, καὶ τὸ, «οὐκ ἐξουδένωσεν,» ἀντὶ τοῦ, «οὐκ ἐξουδενώσει.» Προειπὼν γὰρ, «Ζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν,» θαρσούντως φησὶ, Ζητήσατε, ὅτι εἰσακούσεται τῶν