266
πενήτων. Οὐ γὰρ τρυφώντων ἐστὶν ὁ Θεὸς, οὐδὲ ἐπῃρμένων καὶ ἀλαζονευομένων, ἀλλὰ ταπεινῶν καὶ πενήτων. ∆ιὸ εἴρηται· «Ἐπὶ τίνα ἐπιβλέψω ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν, καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» Θαρσοῦντες οὖν ζητήσατε τὸν Θεὸν, εἰδότες, ὅτι εἰσακούσεται ὑμῶν τῶν πενήτων Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδενώσει· ἢ κατὰ τὸν Σύμμαχον, «Καὶ τοὺς δεσμώτας τοὺς ἑαυτοῦ οὐκ ἐξευτελίσει.» Νοήσεις δὲ ὅπως οἱ πτωχοὶ οὗτοι δεσμῶται καὶ πεπεδημένοι γεγόνασιν ἀκούων Παύλου λέγοντος· «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ·» ᾧ παραπλησίως καὶ οἱ λοιποὶ μαθηταὶ δέσμιοι ἦσαν Χριστοῦ. Ἀλλὰ καὶ οἱ ὄντες ἐν τῷ σκήνει ὥσπερ ἐν δεσμοῖς ὄντες στένουσι λυθῆναι τῶν δεσμῶν ἱκετεύοντες· διό φασι· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ σώματος τοῦ θανάτου τούτου;» Οἱ μὲν οὖν τὸ φθαρτὸν σῶμα βαρούμενοι, καὶ τὴν φθορὰν ἀποστρεφόμενοι, στένοντές τε ἐπὶ τῷ φθαρτῷ βίῳ, δεσμῶται τοῦ Θεοῦ τυγχάνουσι, καὶ πεπεδημένοι αὐτοῦ, ὧν τὰς εὐχὰς οὐκ ἐξουδενώσει, οὐδὲ ἀποστραφήσεται. Οἱ δὲ τοὺς ἑαυτῶν δεσμοὺς πιαίνοντες, καὶ διὰ πολλῆς τρυφῆς περιέποντες, δεσμῶται φθορᾶς καὶ θανάτου λεχθεῖεν ἂν εἰκότως. «Αἰνεσάτωσαν αὐτὸν οὐρανοὶ καὶ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ.» Ἐπειδὴ τοῖς πτωχοῖς ἐπηγγείλατο βασιλείαν οὐρανῶν εἰπὼν, «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν·» σφόδρα ἀκολούθως μετὰ τὸν περὶ τῶν πενήτων λόγον ἐπιφέρει· «Αἰνεσάτωσαν αὐτὸν οὐρα 23.765 νοί.» Ἐπειδὴ κατὰ πᾶσαν τὴν οἰκουμένην κατά τε γῆν καὶ θάλασσαν ἤμελλον Ἐκκλησίαι τῷ Θεῷ συνίστασθαι ἐκ τῶν προλελεγμένων πτωχῶν, ἀκολούθως ἐπισυνῆπται, «καὶ γῆ καὶ θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.» Ἕρποντα δὲ ἐπὶ γῆς καὶ θαλάσσης ἐνταῦθα κελευόμενα σὺν οὐρανῷ καὶ γῇ αἰνεῖν τὰ ἔθνη τυγχάνει τὰ ἐν τῷ θνητῷ βίῳ τῶν ἀνθρώπων ἑρπετῶν δίκην τὸ παλαιὸν ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορευόμενα. Καὶ παρὰ τῷ Ἡσαΐᾳ θηρία καὶ ἑρπετὰ ἀλληγορικῷ τρόπῳ τὰ ἔθνη κέκληται, ἐν οἷς εἴρηται· «Καὶ συμβοσκήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα. Καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐγγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ, καὶ οὐ μὴ ἀδικήσουσιν·» ἃ καὶ διερμηνεύων ἑξῆς ὁ λόγος ἐπιφέρει· «Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐν αὐτῷ ἔθνη ἐλπιοῦσι.» Τῆς οὖν μεταβολῆς ταύτης τῶν ἐθνῶν ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ γιγνομένης, εἰκότως σὺν οὐρανῷ καὶ τοῖς κατ' οὐρανὸν ἀγγέλοις τὰ ἀποδοθέντα ἑρπετὰ αἰνεῖν προστάττεται τὸν Θεόν. ∆ιὸ λέλεκται· «Αἰνεσάτωσαν αὐτὸν οὐρανοὶ καὶ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.» Πῶς δὲ δύναται τὸν Θεὸν αἰνεῖν τὰ ἑρπετὰ, εἰ μὴ μετάσχοι φρονήσεως καὶ Θεοῦ γνώσεως; Οὐκοῦν θύσει τὴν θυσίαν τῆς αἰνέσεως καὶ τὰ ἑρπετά; Ὅτι δὲ ἀνθρώπους διὰ τούτων αἰνίττεται, διδάσκει τὸ Εὐαγγέλιον, ἐν ᾧ γέγραπται· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους μετανοίας.» «Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας.» Αἰτίαν ἀποδίδωσι δι' ἣν οὐρανοὶ καὶ γῆ καὶ θάλασσα καὶ πάντα τὰ ἐν αὐτοῖς αἰνέσειν λέγονται τὸν Θεόν. Ἡ δὲ αἰτία ἐστὶν αὕτη, «Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις Ἰουδαίας.» Ποίαν δὲ Σιὼν, ἢ δηλονότι τὴν καθ' ὅλης τῆς οἰκουμένης ἱδρυθεῖσαν τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίαν; Πόλεις δὲ Ἰουδαίας μὴὄκνει λέγειν τὰς θεοπνεύστους Γραφὰς, δι' ὧν ἡ Ἰουδαϊκὴ πολιτεία τετύπωται. Ἀλλ' αὗται μὲν αἱ πόλεις καθῄρηντο, ὅσον ἐπὶ Ἰουδαίοις, οἰκοδομὴν δὲ εἰλήφασι διὰ τῆς ἐν Χριστῷ καινῆς διδασκαλίας· δι' ἧς καὶ ἡ ἀληθινὴ περιτομὴ συνίσταται, καὶ τὰ πνευματικὰ Σάββατα, καὶ αἱ πνευματικαὶ θυσίαι καὶ πάντα τούτοις ἀκολούθως κατὰ τὴν ἑρμηνείαν τοῦ πνευματικοῦ νόμου. Οὕτως οὖν οἰκοδομοῦνται αἱ πόλεις τῆς Ἰουδαίας,