267
καὶ κατοικήσουσιν ἐν αὐταῖς οἱ πολῖται καὶ οἱ κληρονόμοι τῶν ἐν ταῖς θείαις Γραφαῖς ἐπηγγελμένων· διὸ λέλεκται· «Καὶ κληρονομήσουσιν αὐτήν.» Ἀλλὰ καὶ «τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν.» ∆οῦλοι δὲ αὐτοῦ τίνες ἂν εἶεν, ἢ πάντως οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, καὶ τὸ σπέρμα τὸ καθ' ὅλης τῆς οἰκουμένης κατασπαρὲν, ὅπερ τὴν κληρονομίαν τὴν ἐπηγγελμένην ἐν ταῖς θείαις Γραφαῖς καθέξει; Ἀλλὰ καὶ «οἱ ἀγαπῶντες τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ,» δῆλον δ' ὅτι τῇ κληρονομίᾳ· οἷς λεχθήσεται· «∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» 23.768 Εἰ δὲ ἐπουράνιός ἐστι τοῦ Θεοῦ πόλις Σιὼν, περὶ ἧς ὁ Ἀπόστολος ἐδίδαξεν εἰπών· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν·» καὶ, «Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ,» εἶεν ἂν πόλις τῆς Ἰουδαίας; δι' ἃς ἀκολούθως τῇ ἐπουρανίῳ Σιὼν αἱ πολλαὶ παρὰ τῷ Πατρὶ μοναὶ, ἐν αἷς κατοικήσουσι, καὶ ἃς κληρονομήσουσι πάντες οἱ δοῦλοι αὐτοῦ· οἵ τε πάλαι γενόμενοι προφῆται καὶ θεοφιλεῖς ἄνδρες, καὶ οἱ μετὰ ταῦτα ὑπηρέται καὶ διάκονοι τοῦ Εὐαγγελίου αὐτοῦ. Ἀλλὰ καὶ τὸ σπέρμα αὐτῶν, οἱ ἐξ αὐτῶν δηλαδὴ κατὰ Θεὸν γεγενημένοι, προκόψαντες καὶ εἰς τὸ τέλειον ἐλθόντες τῆς τοῦ Θεοῦ ἀγάπης, τοῦτο γέρας ἕξουσι καὶ μισθὸν ἐπάξιον παρ' αὐτοῦ, τὸ κατασκηνῶσαι ἐν τῇ ἐπηγγελμένῃ αὐτοῖς κληρονομίᾳ. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΤΩ ∆ΑΥΙ∆ ΕΙΣ ΑΝΑΜΝΗΣΙΝ. ΞΘʹ. «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες.» Οὔτε ᾠδὴ, οὔτε ψαλμὸς, οὔτε τι τῶν τοιούτων οἱ προκείμενοι τυγχάνουσι λόγοι· πλὴν ἀναπέμπουσιν εἰς τὸ τέλος, ἐπεὶ περὶ μελλόντων τὴν ἱκετηρίαν ποιοῦνται. Εἴρηνται δὲ «τῷ ∆αυῒδ εἰς ἀνάμνησιν·» ὡς ἂν εἰς αὐτὸ τοῦτο λεχθέντες, ἵν' ἔχοι προχείρως διὰ στόματος ἀπομνημονεύειν αὐτοὺς, καὶ ἀντὶ ἐπῳδῆς αὐτοῖς ἐν ταῖς περιστάσεσι χρῆσθαι. ∆ύο δέ εἰσιν οἱ «εἰς ἀνάμνησιν» ἐπιγεγραμμένοι, ὅ τε μετὰ χεῖρας, καὶ ὁ λζʹ ἐπιγεγραμμένος καὶ αὐτὸς «εἰς ἀνάμνησιν.» Ἀλλ' ἐκεῖνος μὲν οὐκ εἰς τὸ τέλος ἀνέπεμπεν, ἀλλ' ἦν «ψαλμὸς τῷ ∆αυῒδ εἰς ἀνάμνησιν·» Οὗτος δὲ «εἰς τὸ τέλος» ἐπιγράφει. Ὁ μὲν οὖν λζʹ, οὐ μελλόντων ἦν προαγορευτικὸς, ἀλλὰ παρῳχηκότων πραγμάτων ὑπομνηστικός· διὸ τὴν αὐτὴν ἀρχὴν εἶχε τῷ ʹ λέγων· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.» Μίαν τε οἱ ἀμφότεροι ὑπόθεσιν περιεῖχον. Ὁ μὲν γὰρ ἕκτος προϊὼν ἐπιλέγει· «Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω·» ὁ δὲ λζʹ τὰ ὅμοια διδάσκει λέγων· «Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου· ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.» Ταῦτα δὲ καὶ τὰ τοιαῦτα ἐπὶ τὴν μνήμην τοῦ πραχθέντος αὐτῷ πλημμελήματος ἀνέφερε. ∆ιόπερ «εἰς ἀνάμνησιν» ἐπέγραφεν, ἐπαναλαμβάνων τὰ παρελθόντα διὰ τῆς συνεχοῦς ἐξομολογήσεως. ∆ιὸ οὐκ ἐπέγραφεν «εἰς τὸ τέλος.» Ὁ δὲ παρὼν «εἰς τὸ τέλος» εἴρηται, ἐπειδήπερ ἱκετηρία ἐστὶ προσδοκωμένων πραγμάτων, τοῦ Προφήτου προλαμβάνοντος καὶ εὐχομένου· ἵν', εἴ ποτε συμβαῖεν ἐχθρῶν ἐπαναστάσεις καὶ ἐπιβουλαὶ κατ' αὐτοῦ, ταῖς προκειμέναις ἐπῳδαῖς χρώμενος ἀλεξιφάρμακα ὥσπερ ἀποτρόπαια παντὸς πονηροῦ ἀντιπεριάμματος ἐπάγοιτο. Μήποτε δὲ καὶ προφητικῶς εἰς πρόσωπον ἀναφέρεται τὰ λεγόμενα τοῦ Σωτῆρος; ἐπειδήπερ ἐν μὲν τῷ πρὸ τούτου σαφῶς θεσπίζοντι τὸ πάθος αὐτοῦ ἐλέγετο ἐξ αὐτοῦ προσώπου· «Πτωχὸς καὶ 23.769 ἀλγῶν ἐγώ εἰμι, ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου·» ὡσαύτως δὲ καὶ ἐν τῷ μετὰ χεῖρας προϊὼν φάσκει· «Ἐγὼ δὲ πτωχὸς