269
Ἀπόστολος. ∆ιὸ καὶ ἑαυτὸν ἀνετίθει τῇ τοῦ Πνεύματος βοηθείᾳ, πρεσβεύων ὑπὲρ τοῦ λαοῦ αὐτοῦ καὶ τῆς Ἐκκλησίας, ὡς ἂν μὴ, εἰς μακροὺς χρόνους πολεμουμένη ἐν τοῖς καιροῖς τῶν διωγμῶν, μεγάλην ἀπενέγκοιτο βλάβην. ∆ιό φησι· «Βοηθός μου καὶ ῥύστης μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς.» Εἰ δὲ καὶ ταῦτα ἀναφέροιτο ἐπὶ τὸν καιρὸν τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν, καὶ αὐτὸς ἐπιστήσεις. Ἐπειδὴ γὰρ διέγραψεν ἐν τῷ πρὸ τούτου τὰς κατ' αὐτοῦ ἐπαναστάσεις· ὅπως τε εἰσέλθοσαν ὕδατα ἕως τῆς ψυχῆς αὐτοῦ, καὶ ἐνεπάγη εἰς ὕλην βυθοῦ, καὶ ὡς ἦλθεν εἰς τὰ βάθη τῆς θαλάσσης· ἐπληθύνθησάν τε ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ οἱ μισοῦντές με δωρεάν· πέπονθέ τε ὅσα καὶ εἴρηται· εἰκότως τὴν παροῦσαν δέησιν ἀναπέμπει πρὸς τὸν Πατέρα λέγων· «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον,» καὶ τὰ τούτοις ἀκόλουθα. Ἐπειδὴ ἑώρα τὸ τάγμα τῶν ἀποστόλων αὐτοῦ ἐν πολλῇ συγχύσει γεγενημένον διὰ τὴν περὶ αὐτὸν ἀγάπην, τὰς δευτέρας ὑπὲρ αὐτῶν προΐετο φωνὰς, ὅπως, ἀπολαβόντες αὐτοῦ τὴν ἀνάστασιν ἣν περιέμενον ποθοῦντες ἰδεῖν, πληρωθεῖεν ἀγαλλιάσεως καὶ εὐφροσύνης, λέγοντες διαπαντός· «Μεγαλυνθήτω ὁ Θεὸς,» αὐτοὶ ὄντες οἱ ἀγαπῶντες τὸ σωτήριον αὐτοῦ. Οʹ. «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξέλου με.» Τὰ ἰσοδυναμοῦντα τούτοις καὶ ὁ λʹ περιέχει ψαλμὸς, τοῦτον καὶ αὐτὸς ἀρχόμενος τὸν τρόπον. «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με. Κλῖνον πρὸς μὲ τὸ οὖς σου.» Ἀλλ' ἐκεῖνος μὲν, «Εἰς τὸ τέλος,» καὶ «Ψαλμὸς τῷ ∆αυῒδ,» ἐπεγέγραπτο· ὁ δὲ παρὼν ἀνεπίγραπτος τυγχάνει. Κἀκεῖνος μὲν ἐξομολόγησιν σὺν ἱκετηρίᾳ περιεῖχεν, ὁ δὲ προφητεία ἔοικεν ἐκ προσώπου τοῦ Σωτῆρος προενηνεγμένη. ∆ιὸ οὐδὲ ἐπιγέγραπται συνήθως, «τοῦ ∆αυΐδ.» Εἴποι δ' ἄν τις προσήκειν συμπεριλαμβάνειν αὐτὸν τοῖς 23.773 πρὸ αὐτοῦ τεταγμένοις, διὰ τὸ πολλὴν πρὸς αὐτὰ σώζειν ἀκολουθίαν· ἐν γοῦν τῷ πρὸ τούτου ἐλέγετο· «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά·» καὶ ἐν τοῖς μετὰ χεῖρας δὲ προϊὼν ὁ λόγος ταῖς αὐταῖς κέχρηται φωναῖς λέγων· «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες, αἰσχυνθείησαν·» καὶ τὰ λοιπὰ δὲ τῆς αὐτῆς ἔχεται διανοίας, εἰς πλάτος ἐκτεινομένου τοῦ λόγου διὰ τῶν προκειμένων, ἅπερ οὐκ ἀπὸ σκόπου ἄν τις εἴποι ἁρμόζειν τῷ Πατρί· ∆ιά τε τὸ λέγεσθαι ἐν αὐτῷ· «Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου·» αὐτὰ γὰρ ταῦτα ἐν καὶ τῷ καʹ ψαλμῷ ἐξ αὐτοῦ προσώπου ἐλέγετο ἐν τούτοις· «Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός·» καὶ τὰ ἑξῆς. Ἀλλὰ καὶ τὸ ἑξῆς ἐπιλεγόμενον ἐν τῇ μετὰ χεῖρας προφητείᾳ ἐν τῷ, «Ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με, ἕως ἂν ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ,» ἰσοδυναμεῖν ἔοικε τῷ ἐν καʹ ψαλμῷ φάσκοντι λόγῳ· «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη.» Πρόσχες γὰρ ἀκριβῶς ὅπως ἐν ἐκείνῳ μὲν ἐλέγετο, «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη,» ἐν δὲ τῷ προκειμένῳ, «Ἕως ἂν ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ.» Ἀλλὰ καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ σαφῶς παρίστησιν ἡ μετὰ χεῖρας προφητεία λέγουσα ἐξ αὐτοῦ προσώπου· «Ὁ Θεὸς, τίς ὅμοιός σοι; ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακὰς καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ τῶν ἀναγκῶν τῆς γῆς πάλιν ἀνήγαγές με;» Εἴτ' οὖν ἐκ προσώπου τοῦ Σωτῆρος, εἴτε ἐκ προσώπου παντὸς δικαίου, τῶν προκειμένων ἀκουστέον. Περιέχει γὰρ διδασκαλίαν παιδεύουσαν ἡμᾶς μετὰ διαθέσεως ὑγιοῦς πάντα μὲν δεύτερα τίθεσθαι, ἐπὶ μόνον δὲ τὸν Κύριον τὰς ἑαυτῶν ἀναρτᾷν ἐλπίδας, ὥστε λέγειν αὐτῷ διαθέσει γνησίᾳ. «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.» Οἱ γὰρ ἐπὶ πλούτῳ καὶ πολλῇ περιουσίᾳ βίου, ἢ ἐπὶ ἀξιώμασι κοσμικοῖς, ἢ ἐπὶ