270
ἀρχόντων οἰκειότητι καὶ προστασίᾳ, ἐφ' ἑτέρῳ τινὶ τῶν θνητῶν καὶ ἐπικήρων τὰς ἑαυτῶν ἀνατιθέντες ἐλπίδας, αἰσχύνην ὀφλήσουσιν. «Ἐπικατάρατος γὰρ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ.» Κέκραγέ τε βοῶν ὁ λόγος· «Μὴ πεποίθατε ἐπ' ἄρχοντας, μηδὲ ἐφ' υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία·» καὶ πάλιν· «Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.» Καὶ ἐν ἑτέροις δὲ λέγειν διδασκόμεθα· «Κύριος ἐμοὶ βοηθὸς, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπὶ ἄνθρωπον. Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπὶ ἄρχοντας.» Ὁ δὲ ἀγαθὰ ἑαυτῷ συνειδὼς εἴποι ἂν τῷ Κυρίῳ καὶ τὸ, «Ἐν δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξέλου με.» Πολλῇ γὰρ πεποιθήσει τεθάῤῥηκεν, ὅτι, κατὰ τὸ δικαιότατον κρίνας ὁ Θεὸς, εὑρήσει αὐτὸν οὐ κατακρίσεως, οὐδὲ ἀποβολῆς ἄξιον, ἀλλὰ βοηθείας καὶ ἀντιλήψεως· διό φησιν· «Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξέλου με.» Συνειδήσει 23.776 δὲ κεκαθαρμένῃ τὰς ἱκετηρίους φωνὰς πρὸς τὸν Θεὸν ἀναπέμπων, καὶ τὸ, «Κλῖνον πρὸς μὲ τὸ οὖς σου, καὶ σῶσόν με,» ἔλεγεν. Ἀλλὰ καὶ ὡς ἀναγκαίως τῷ Θεῷ παρεκάλει λέγων· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με.» Προασπίζων γὰρ ὁ Θεὸς καὶ ὑπερμαχῶν, οὐκ ἂν περὶ μικροῦ τινος τοῦτ' ἐποίησε· μόνος δὲ ὁ τέλειος εἴποι ἂν τῷ Θεῷ· «Ὅτι στερέωμά μου καὶ καταφυγή μου σὺ εἶ.» Ἀνθ' οὗ ὁ μὲν Ἀκύλας· «Ὅτι πέτρα μουκαὶ ὀχύρωμά μου,» ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος· «Ὅτι πέτρα μου καὶ καταφυγή μου σὺ εἶ.» -»Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος. Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου.» Ὁ τέλειος ὥσπερ ἴδιον κτῆμα τὸν Θεὸν ἐπικαλεῖται λέγων· «Ὁ Θεός μου·» Ἐπειδήπερ ἐπαγγελία ἐστὶ τοῦ Θεοῦ περὶ τῶν ἀξίων λέγουσα· «Ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.» Ὁ δὲ λέγων, «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα,» καὶ πάντα δεύτερα θέμενος, ἐπὶ μόνον δὲ τὸν Θεὸν ἑαυτὸν ἐπιῤῥίψας, εἰκότως εἴποι ἂν, «Ὁ Θεός μου.» Ῥυσθῆναι δὲ ἐκ χειρὸς ἁμαρτωλοῦ εὔχεται, ἵνα μὴ ταῖς πράξεσιν ὅμοιος γένηται τῷ ἁμαρτωλῷ, μηδὲ τῷ παρανομοῦντι· διὸ ἐπιλέγει· «Ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος·» ἀλλὰ καὶ ὅπως μὴ ὑποχείριος γένηται τοῖς τοιούτοις, εὐλόγως δὲ τὸν Θεὸν ἑαυτοῦ Θεὸν ὀνομάζοι ἂν, οὐ μόνον διὰ τὰ ἔμπροσθεν λελεγμένα, ἀλλὰ καὶ διὰ τὰς ἑξῆς ἐπιλεγομένας αἰτίας. Σὺ γάρ μου, φησὶ, τυγχάνεις ὑπομονὴ, καὶ σύ μου ἐλπὶς ἐκ νεότητος. Οὐ γὰρ πώποτε διέλιπόν σε ὑπομένων, οὐδὲ γέγονέ τις καιρὸς, ἐν ᾧ οὐχί σε προεθέμην ἐμαυτοῦ ἐλπίδα. Ὧν χάριν ἱκετεύω ἐκ χειρὸς ἁμαρτωλῶν καὶ παρανομούντων ῥυσθῆναι. «Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής.» Τὸ μὲν ἐκ νέας ἡλικίας ἐπὶ τὸν Θεὸν ἐλπίζειν λέγοιτ' ἂν καὶ περὶ τοῦ ∆αυΐδ. Ἐπείπερ, νέος ὢν καὶ ποιμαίνων τὰ πρόβατα Ἰεσσαὶ τοῦ πατρὸς, πίστει καὶ ἐλπίδι τῇ εἰς τὸν Θεὸν καὶ λέουσι καὶ ἄρκτοις ἐπῄει τῆς τῶν προβάτων σωτηρίας ἕνεκα· τὸν καλὸν μιμούμενος ποιμένα, περὶ οὗ εἴρηται· «Ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη, ἢ λοβὸν ὠτίου.» Ἀλλὰ καὶ παιδάριον ὢν ἤλαυνε τὸ πνεῦμα τὸ πονηρὸν ἀπὸ τοῦ Σαοὺλ δυνάμει πίστεως καὶ ἐλπίδος τῆς εἰς τὸν Θεόν. Ἐπειδὰν καὶ πᾶς ὁ ἐκ νέας ἡλικίας τῆς κατὰ Θεὸν ἐκλογῆς κατηξιωμένος, οἷος ἦν Τιμόθεος ἐκ παιδὸς ἅγια Γράμματα μεμαθηκὼς τὸ, «Ἡ ἐλπίς μου ἐκ νεότητός μου.» Τὸ δὲ, «Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἐκ κοιλίας μητρός μου, σύ μου εἶ σκεπαστὴς,» μόνῳ ἂν ἁρμόζοι τῷ Σωτῆρι ἡμῶν ἀθολώτῳ καὶ ἀσυγχύτῳ γενομένῳ καθ' ὃν ἐκυοφορεῖτο καιρόν. Οἱ μὲν γὰρ λοιποὶ πάντες ἄνθρωποι ἐν τῷ κυΐσκεσθαι, καὶ πρώτην λαμβάνειν σύστασιν τοῦ σώματος, φυτικὴν ὥσπερ ζωὴν ζῶντες, οὔτε τοῖς τοῦ σώματος αἰσθητηρίοις, οὔτε τῇ διανοίᾳ παρακολουθούσῃ κέχρηνται· ἀλλὰ καὶ τὸ ἡγεμονικὸν