271
αὐτὸ καὶ τὸν νοῦν βεβαπτισμένοι, οὐδὲν σκώληκος διενέγκαιεν ἄν. Ὁ δὲ λέγων τῷ Θεῷ, «Ἐπὶ σὲ ἐπεστηρίχθην 23.777 ἀπὸ γαστρὸς,» οὐ μόνον γνῶσιν ἐμφαίνει κεκτῆσθαι Θεοῦ, ἀλλὰ καὶ μεγίστην ἀρετὴν φιλοθέου δυνάμεως, δι' ἧς ἐπ' αὐτὸν τὸν Θεὸν ἐστηρίζετο. Καὶ τοιοῦτος ἦν κυϊσκόμενος καὶ ἐν γαστρὶ τῆς μητρὸς συλλαμβανόμενος. Τὸ δὲ, «Ἐκ κοιλίας μητρός μου εἶ σκεπαστής,» δύναται καὶ ἐπὶ πάντων ἁρμόζειν. Εἰ γὰρ μὴ Θεοῦ δύναμις ἐφρούρει καὶ ἐφύλαττε τὸ κατὰ γαστρὸς κυϊσκόμενον, οὐδ' ἂν συνέστη, οὐδ' ἂν μετέσχε ζωῆς, μήτε πνεῖν δυνάμενον, μήτε τοῖς λοιποῖς κεχρῆσθαι αἰσθητηρίοις. Πάλιν δὲ καὶ ἐν τούτῳ λέγων, «Σύ μου εἶ σκεπαστὴς,» ἐνέφαινεν ἐξαίρετόν τι ἐσχηκέναι παρὰ τοὺς λοιποὺς τοὺς ἐν κοιλίᾳ μητρὸς συλληφθέντας. Τάχα γὰρ ἐπὶ μὲν τῆς τῶν λοιπῶν ἀνθρώπων γενέσεως ἄλλοι τινὲς ἐφεστήκασιν ἄγγελοι διακονούμενοι τῇ ἑκάστου εἰς τὸν βίον παρόδῳ· ἐπὶ δὲ τῆς γενέσεως τοῦ Σωτῆρος, αὐτὸς ἦν ὁ Πατὴρ σκεπαστὴς αὐτοῦ γιγνόμενος· διὸ καὶ ἐπὶ αὐτὸν ἐπεστηρίζετο. Οὕτως διαπαντὸς «ὕμνησιν» ἑαυτοῦ εἶχε τὸν Πατέρα. ∆ιὸ ἐπιλέγει· «Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός.» Οὐ γὰρ διέλιπέ τινα καιρὸν ὑμνῶν τὸν Πατέρα, ἢ καὶ ὑμνούμενος ὑπ' αὐτοῦ ἐπὶ τῇ τοσαύτῃ ὑπακοῇ. Ἀλλ', Ἡ μὲν ἐμὴ, φησὶν, αἴνεσις, ἢ καὶ ὕμνησις ἐν σοὶ γέγονε διαπαντός. Οἱ δὲ πολλοὶ τῶν ἀνθρώπων, μηδὲν τούτων ἐπιστάμενοι, ὥσπερ τέρας ἐκτήσαντό με. Τεράστιον γοῦν τι πρᾶγμα τοῖς πολλοῖς ἐγενόμην, ὡς διάφορα περὶ ἐμοῦ δοξάζειν αὐτούς· καί τινας μὲν Θεὸν εἶναι ἄσαρκον καὶ ἀσώματον, δοκήσει μόνον ὀφθέντα ἐπὶ γῆς, ἡγεῖσθαι, τινὰς δὲ ψιλὸν ἄνθρωπον, ὡς μηδὲν πλέον παρὰ τοὺς λοιποὺς ἐσχηκότα· καὶ ἄλλους μὲν ἀραῖς καὶ δυσφημίαις ὑποβάλλειν, ἑτέρους δὲ σέβειν καὶ προσκυνεῖν. Τέρας δὲ τοῖς πᾶσιν ἀληθῶς γέγονεν ὁ ἐμὸς θάνατος. Τὸ γὰρ σταυρὸν ὑπομεῖναι Θεὸν ὄντα, καὶ τοιαῦτα παθεῖν τὸν ἑτέροις ζωὴν κεχαρισμένον, τέρας ἦν ἀληθῶς. ∆ιό φησιν· «Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς.» Ἀλλ' ἐν πᾶσι τούτοις σὺ, φησὶ, «βοηθός» μου γέγονας «κραταιός·» οὐδὲ γὰρ ἄλλον ἐκτησάμην βοηθόν. Πάντα γὰρ ἦν δεύτερα καὶ ὑποβεβηκότα τὴν ἐμὴν δύναμιν· σὺ δὲ μόνος, ὃν ἐλπίδα ἐμαυτὸν ὑπεγραψάμην, «βοηθός» μου γέγονας «κραταιός.» Καὶ κατὰ τὸν Σύμμαχον δὲ ὁμοίως εἴρηται· «Σοὶ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἀπὸ τῶν ἐνδοσθίων τῆς μητρός μου σὺ ἐπεῖδές με. Εἰς σὲ ἡ ἀναμονή μου ἐνδελεχῶς, ὡσεὶ τέρας ἐγενόμην τοῖς πολλοῖς· σὺ δὲ πεποίθησίς μου ἰσχυρά.» «Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.» Ἤδη μὲν κατὰ τὸν παρελθόντα χρόνον ὕμνησίς μου, φησὶν, ἐν σοὶ γέγονε διαπαντός· πλὴν ἀλλὰ καὶ περὶ τοῦ μέλλοντος δέομαι, ὡς ἂν μέχρις ἐσχάτης ὥρας τοῦ βίου τὸ στόμα μου τῆς σῆς αἰνέσεως πληρῷτο, καὶ οὕτως γε πληρῷτο, ὡς μηδένα χώραν σχολάζουσαν ἔχειν πρὸς τὸ ἄλλο τι φθέγγεσθαι, μηδὲ ἀνθρώποις ὁμιλεῖν· καὶ τοῦτό μοι ὑπάρξαι ἀξιῶ κατὰ πᾶσαν ἡμέραν, καὶ ἐν τῷ παντὶ χρόνῳ τῆς ἐμῆς ζωῆς μὴ ἀποστερηθῆναι καὶ ἀποῤῥιφῆναι ταύτης τῆς χάριτος, κἂν ἐπὶ γήραος οὐδῷ δέοι φθάσαι, μηδὲ μέχρις ἐσχάτης τελευτῆς ἄλλο τί με πράττειν ἢ πληροῦσθαι τὸ στόμα μου τῆς σῆς αἰνέσεως καὶ τῆς σῆς μεγαλο 23.780 πρεπείας. Ἀντὶ δὲ τοῦ, «ὅλην τὴν ἡμέραν,» ὁ Σύμμαχος, «κατὰ πᾶσαν ἡμέραν» ἐξέδωκε· «Πλησθείη τὸ στόμα σου αἴνους σου κατὰ πᾶσαν ἡμέραν, ἐν τῇ εὐπρεπείᾳ σου μὴ ἀποβάλῃς με καιρῷ γήρως.» Εἰ γὰρ δέοι καὶ μέχρι γήρως παρατεῖναι τὴν ἡλικίαν, τοῦτο μὲν οὐ παραιτητέον, ἱκετεύω δὲ μὴ ἀποστερηθῆναί ποτε τοῦ πεπληρῶσθαι τὸ στόμα μου τῆς σῆς αἰνέσεως καὶ τῆς σῆς μεγαλοπρεπείας. Εἰ δὲ καιρῷ τινι διὰ γῆρας ἐκλίποι ἡ ἰσχύς μου, μηδὲ τότε με σὺ ἐγκαταλίποις. Ταῦτα μὲν οὖν ἁρμόζοι ἂν λέγειν καὶ τῷ ∆αυῒδ καὶ παντὶ ἀνθρώπῳ θεοφιλεῖ ἐν ταῖς πρὸς τὸν Θεὸν ἱκετηρίαις. Ἐπὶ δὲ τοῦ Σωτῆρος ἐπίστησον ὅπως εἴρηται τῷ Ἀποστόλῳ τὸ, «Ἐσταυρώθη δὲ ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ.» Εἰ γὰρ καὶ