273
παραδούς. Οὐ γὰρ ἀνεῖλε τὰ πρῶτα, εἰσαγαγὼν τὰ δεύτερα, προσθήκην δὲ ἐποιήσατο· καὶ τοῦτό ἐστιν εὑρεῖν ἐν ταῖς αὐτοῦ διδασκαλίαις, δι' ὧν φησιν· «Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω, μηδὲ ὀργίζεσθαι. Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω, μηδὲ ἐπιθυμεῖν·» καὶ ὅσα ἄλλα τοιαῦτα προσθήκην ἔχοντα διὰ τῆς πνευματικῆς θεωρίας τε καὶ ἑρμηνείας τοῦ νόμου ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ παραδέδοται. Ἀλλὰ καὶ «τὸ στόμα μου, φησὶν, ἀναγγελεῖ τὴν δικαιοσύνην σου.» Τὸ γὰρ Εὐαγγέλιον δικαιοσύνην ἐμφαίνει Θεοῦ, οὐκ Ἰουδαίοις μόνοις ἀφωρισμένον ὥσπερ ὁ διὰ Μωϋσέως νόμος. ∆ιό φησιν ὁ Ἀπόστολος· «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον. ∆ύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. ∆ικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται.» ∆ιὸ ἐνταῦθα λέλεκται «Τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου·» ἢ κατὰ τὸν Σύμμαχον, «κατὰ πᾶσαν ἡμέραν τὴν σωτηρίαν σου.» Καὶ τοῦτο δέ ἐστι πληρούμενον θεωρεῖν καθ' ὅλης τῆς οἰκουμένης· ἐν ᾗ τὸ στόμα τοῦ Σωτῆρος ἡμῶν διὰ τῶν θείων Γραφῶν πᾶσιν ἀνθρώποις ἐφ' ἑκάστης ἡμέρας τὴν δι' αὐτοῦ προξενηθεῖσαν ἅπασι σωτηρίαν κηρύττει. Ἐπιλέγει δὲ τούτοις, «Ὅτι οὐκ ἔγνων γραμματείας.» Τὰς κλεῖς εἰληφότες τῆς βασιλείας, καὶ μήτε αὐτοὶ εἰσερχόμε 23.784 νοι μήτε ἑτέροις συγχωροῦντες, τὰς γραμματείας κατεῖχον. Ἐγὼ δὲ, φησὶ, μὴ τῷ Μωϋσέως συγγράμματι προσέχων, μηδὲ τὰς τοῦ νόμου σωματικὰς γραμματείας τοῖς ἐμαυτοῦ παραδοὺς μαθηταῖς, οὐκ ἔγνων γραμματείας. Τί δὲ ἔγνως; Ἑξῆς διασαφεῖ λέγων· «Εἰσελεύσομαι εἰς δυναστείας Κυρίου Κυρίου, καὶ μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου.» Αἱ μὲν γὰρ γραμματεῖαι Ἰουδαίοις μόνοις ἥρμοττον, τρὶς τοῦ ἐνιαυτοῦ παρακελευομένοις ἀπαντᾷν εἰς τὰ Ἱεροσόλυμα, πολλά τε ἄλλα δυσχερῆ καὶ οὐκ ἀναγκαῖα περιεῖχον. Ἐγὼ δὲ ἐν δυναστείᾳ Κυρίου Κυρίου, εἰς τὰς ἐμαυτοῦ Ἐκκλησίας εἰσελεύσομαι, καὶ μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. ∆ικαιοσύνη γὰρ τοῦ Πατρὸς ἦν τὸ πάντας ἀνθρώπους Ἕλληνας ἅμα καὶ βαρβάρους τῆς αὐτοῦ καταξιωθῆναι γνώσεως, καὶ τὸ ἐν παντὶ τόπῳ, ἀλλὰ μηκέτι ἐν ἑνὶ ἐπιτρέψαι λατρεύειν αὐτῷ· ὥστε ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δοξάζεσθαι αὐτοῦ τὸ ὄνομα ἐν τοῖς ἔθνεσιν. «Ὁ Θεὸς, ἐδίδαξάς με ἐκ νεότητός μου, καὶ μέχρι τοῦ νῦν ἀναγγελῶ τὰ θαυμάσιά σου.» Μόνος ὁ Σωτὴρ τὸν Πατέρα διδάσκαλον ἐπιγράφεται· διόπερ οἱ ἐν τῇ πατρίδι αὐτοῦ ἔλεγον· «Πόθεν τούτῳ πᾶσα ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός;» Ἤδεσαν γὰρ ἀκριβῶς μὴ διδασκάλοις ἀνθρώποις προσεσχηκότα αὐτόν. Ἐπεὶ τοίνυν, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, τὴν παιδικὴν διῆλθεν ἡλικίαν, καὶ τῆς νεότητος τὴν ὥραν ὁμοίως ἡμῖν ὑπέμεινεν· οὔτε δὲ διατριβαῖς προσέσχεν, οὔτε διδασκάλοις κατὰ τοῦτον τὸν χρόνον, δυνάμει δὲ θεϊκῇ προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις· εἰκότως ἐνταῦθά φησιν· «Ὁ Θεὸς, ἐδίδαξάς με ἐκ νεότητός μου, καὶ μέχρι τοῦ νῦν ἀναγγελῶ τὰ θαυμάσιά σου·» καὶ τοῖς ἐμοῖς φυλαχθείη μαθηταῖς μέχρι συντελείας τοῦ αἰῶνος· καὶ ὡς ἄν τις εἴποι, μέχρι γήρως καὶ τῆς εἰς ἄκρον τελειώσεως, σὲ πάλιν τὸν Θεὸν ἱκετεύω μή με ἐγκαταλιπεῖν, συνεῖναι δέ μοι καὶ τὰ θαυμάσιά σου ἐνεργεῖν δι' ἐμοῦ, «ἕως ἀναγγείλω τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ.» Ἡ γὰρ νῦν, φησὶ, παροῦσα γενεὰ σκολιὰ τυγχάνει καὶ διεστραμμένη, καὶ γενεὰ πονηρὰ καὶ μοιχαλίς. ∆ιὸ τῇ γενεᾷ τῇ ἐρχομένῃ ἀπαγγελῶ «τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου, ὁ Θεὸς, ἕως τῶν ὑψίστων, ἅ τε ἐποίησας μεγαλεῖα.» Σὺ αὐτὸς ὁ Πατὴρ, δι' ἐμοῦ ταῦτα πᾶσι τοῖς μετὰ ταῦτα γενησομένοις ἀνθρώποις καὶ τῇ γενεᾷ τῇ ἐρχομένῃ ἀπαγγελεῖς, καὶ κηρυχθήσεται ἡ δικαιοσύνη σου ἕως τῶν ὑψίστων. Σωζομένων γὰρ τῶν ἐπὶ γῆς, χαρὰ ἔσται ἐν οὐρανοῖς, συγχαιρόντων τῶν ἐν τοῖς ὑψίστοις οἰκούντων ἀγγέλων τῇ τῶν