274
ἀνθρώπων σωτηρίᾳ. Γῆρας δὲ καὶ πρεσβεία μὴ ὄκνει λέγειν τὴν τελειότητα τῶν αὐτοῦ μαθητῶν καὶ τῆς Ἐκκλησίας αὐτοῦ. Εἰ γὰρ σῶμα αὐτοῦ ἡ Ἐκκλησία τυγχάνει, ὡς ἐδίδαξεν ὁ Ἀπόστολος εἰπών· «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους·» μέρος τῆς Ἐκκλησίας καὶ πρεσβεῖον αὐτῆς λέγοιτ' ἂν εἰκότως ἡ κατ' ἀρετὴν τὴν ἐν τῷ παρόντι βίῳ τελείωσις, μεθ' ἣν, ὥσπερ ἀποδυσαμένη τὸν ἐπὶ γῆς θνητὸν βίον, ἀνακαινισθήσεται τῆς οὐρανίου διατριβῆς καταξιωθησομένη, συναπτομένη τε τῇ Ἐκκλησίᾳ τῶν πρωτοτό 23.785 κων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς. Οὕτω νοήσεις καὶ τὸ ἀνωτέρω λελεγμένον ἐν τῷ, «Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρως, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με.» Κατὰ γὰρ ἑτέραν ἐκδοχὴν ὑπερεύχεται τῆς Ἐκκλησίας αὐτοῦ, ἵνα ἐν καιρῷ τῆς κατὰ γῆν μακρότητος μὴ ἀποῤῥιφθείη· εἰ δὲ καὶ τότε ἐκλείπει ἡ ἰσχὺς αὐτῆς, μηδὲ τότε ἐγκαταλειφθείη. Συμβαίνει γὰρ πολλάκις ἐκλείπειν κατὰ τοὺς καιροὺς τῶν διωγμῶν, ἐπειδὰν οἱ πολλοὶ τοῦ σώματος τῆς Ἐκκλησίας δι' ἀσθένειαν πίστεως ἐξομνύονται τὴν πίστιν. Καὶ μήποτε ταῦτα ἀναπέμπεται ἐπὶ τὸν καιρὸν τῆς ἀποστασίας, περὶ οὗ καιροῦ ὁ Ἀπόστολος ἐδίδασκε λέγων· «Ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ Υἱὸς τῆς ἀπωλείας.» Τοῦτον δὲ τὸν καιρὸν ὁ Σωτὴρ ἐδήλου λέγων· «Ἆρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;» Καὶ πάλιν· «∆ιὰ δὲ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.» Τότε γὰρ ἔσται γηραλέον καὶ ἀσθενὲς τὸ σῶμα τῆς Ἐκκλησίας. Ἀλλ' ἵνα μηδὲ τότε ἔρημος καταλειφθείη ὁ λαὸς αὐτοῦ, ἀναγκαίως τὰς προκειμένας ἀναπέμπει φωνάς· «Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακά;» καὶ τὰ ἑξῆς. Τοὺς ἀκριβεῖς λόγους καθ' οὓς ὁ Θεὸς τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, μὴ γνόντα τε αὐτὸν ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, οὐδεὶς δύναται διελθεῖν ἢ μόνος αὐτός. «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν;» Οὐδ' ἂν ἐπιβάλοι τις τῇ τοῦ Θεοῦ κρίσει, οὐδ' ἂν ἐξεύροι τοὺς λογισμοὺς, δι' οὓς ἐνεδείξατο τῷ Μονογενεῖ θλίψεις πολλὰς καὶ κακά· οὐ μὲν εἴασεν αὐτὸν ἐν αὐταῖς· ἀλλ' ἐπιστρέψας ἐζωοποίησεν αὐτὸν καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγεν αὐτόν. Σφόδρα δὲ ἀκριβῶς εἴρηται τὸ, «Ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακά.» Ἰδὼν γὰρ τὰς θλίψεις καὶ τὰ ὀνομαζόμενα κακὰ, οὐχ ἑάλω ὑπ' αὐτῶν, οὐδὲ ἡττήθη· κρείττων δὲ πάντων γενόμενος, θεωρὸς ἦν αὐτῶν· ὡς πάντων μᾶλλον εἰπεῖν ἂν τὸ, «Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἐγκαταλειπόμενοι.» Ταῦτα γὰρ Παῦλος καὶ οἱ παραπλήσιοι ὠφελημένοι τὸν διδάσκαλον ἔλεγον. Ἀβύσσους δὲ γῆς ἐνταῦθα τὴν τῶν καταχθονίων γῆν χώραν ὠνόμαζεν· ὃ δὴ σαφηνίζει ὁ Ἀπόστολος λέγων· «Μὴ εἴπῃς, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον, τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν;» Καὶ ἐν τῷ Ἰὼβ δὲ ὁ χρηματίζων αὐτῷ Κύριος ἔλεγε· «Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου· πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Ὁ δὲ εἰπὼν ἐνταῦθα, «Καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με,» σαφῶς ἐδίδαξεν ἑαυτὸν κατεληλυθέναι εἰς τὰς ἀβύσσους τῆς γῆς, καὶ πάλιν ἀνεληλυθέναι. Οὐκ οἶδα δὲ εἴ τις δύναται ἑτέρως ἐκλαβεῖν ταῦτα ἢ ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἀναφέρων τὴν προφητείαν. 23.788 Ὁ δ' αὐτὸς ἐπιλέγει· «Ἐπλεόνασας τὴν μεγαλοσύνην μου, καὶ ἐπιστρέψας παρεκάλεσάς με.» Πῶς δὲ ἐπλεόνασεν ὁ Πατὴρ τὴν μεγαλοσύνην τοῦ Μονογενοῦς αὐτοῦ, ἢ διὰ τοῦ δεῖξαι αὐτῷ θλίψεις πολλὰς καὶ κακά; Ὥσπερ γάρ τις ἀγωνοθέτης, πολλοῖς παραβάλλων τὸν ἑαυτοῦ ἀθλητὴν, μειζόνως αὐτοῦ τὴν ἀνδρείαν ἐπιδείκνυσι, νικητὴν αὐτὸν ἁπάντων ἀνακηρύττων· τὸν αὐτὸν τρόπον καὶ ὁ Πατὴρ, τὴν μεγαλοσύνην τοῦ Υἱοῦ τοῖς πᾶσι