275
φανερὰν ἐπιδεικνὺς, θλίψεις πολλὰς καὶ κακὰ περιέβαλλεν αὐτῷ, ὡς ἂν τὰ κατὰ πάντων ἀράμενος νικητήρια, παρὰ τοῖς πᾶσι κηρυχθείη. ∆ιό φησιν· «Ἐπλεόνασας τὴν μεγαλοσύνην μου.» Ἀλλὰ μετὰ ταῦτα πάντα, φησὶν, «ἐπιστρέψας παρεκάλεσάς με.» Πῶς δὲ παρεκάλεσεν αὐτὸν, προεδίδαξεν ἀνωτέρω εἰπών· «Καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.» Αὕτη γὰρ ἦν ἡ παράκλησις, ἣν καὶ ὁ Ἀπόστολος παρέστησεν εἰπών· «∆ιὸ καὶ ὁ Θεὸς ὑπερύψωσεν αὐτὸν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων.» «Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου.» Σὺ μὲν ἐμοὶ ταῦτα, φησὶν, ὦ Πάτερ, παρέσχου· μετὰ γὰρ τὰς πολλὰς θλίψεις καὶ τὰ λελεγμένα κακὰ «ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με,» καὶ παρεκάλεσάς με, πλεονάσας τὴν μεγαλοσύνην μου· κἀγὼ δὲ, ἀμειβόμενος τὰς εἰς ἐμέ σου εὐεργεσίας, «ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ· τί γὰρ ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;» Ἀλλὰ γὰρ τά σοι πρέποντα σκεύη καταρτιζόμενος, ὄργανά τέ σου ἄξια ψαλμῳδίας κατασκευάσας, δι' αὐτῶν τὴν ἀλήθειάν σου ψαλῶ σοι, καὶ τοιαύτας σοι κιθάρας ἀναστήσω, δι' ὧν τὰ χείλη μου ἀγαλλιάσεται, ἀλλὰ καὶ «ἡ ψυχή μου, ἣν ἐλυτρώσω,» ἀναβιβάσας αὐτὴν ἐκ τῶν ἀβύσσων τῆς γῆς, καὶ ζωοποιήσας αὐτὴν μεθ' ὃν ὑπέμεινε θάνατον. Σκεύη δὲ καὶ ὄργανα τῷ Θεῷ κεχαρισμένα, δι' ὧν εἰσέτι καὶ νῦν ὁ Χριστὸς τοῦ Θεοῦ καθ' ὅλης τῆς οἰκουμένης ψαλμῳδίας ἀναπέμπει καὶ ὕμνους καὶ αἴνους τῷ Πατρὶ, τίνας ἂν εἴποις ἢ τοὺς καθ' ἑκάστην Ἐκκλησίαν λαούς; Ὧν τὰς ψυχὰς συντείνας ὁ τοῦ Θεοῦ Λόγος, συμφωνίᾳ τε καὶ ἁρμονίᾳ μιᾷ συνδησάμενος τῷ Πατρὶ, προσφιλῆ καὶ ἡδεῖαν ἀναπέμπει μελῳδίαν. Εἰ γοῦν τις ὡς ἐν παραθέσει σύγκρισιν ποιήσοιτο τῶν πάλαι παρὰ Ἰουδαίοις σωματικῶν ὀργάνων ἐξ ἀψύχων χορδῶν κατεσκευασμένων, φωνήν τε ἄναρθρον ἐξηχούντων, καὶ τῶν ἐν τῇ Χριστοῦ Ἐκκλησίᾳ ἐκ λογικῶν ψυχῶν ἀναπεμπομένων ὕμνων τῷ Θεῷ, οὐδὲν ἂν εὕροι ὅμοιον. Παντὸς γὰρ κρείττονα σωματικοῦ ψαλτηρίου τυγχάνει τὰ πλήθη τὰ καθ' ὅλης τῆς οἰκουμένης συμφωνίᾳ μιᾷ καὶ ἁρμονίᾳ τὸν ἐπὶ πάντων Θεὸν ὑμνοῦντα, δι' ὧν ὁ Υἱὸς τῷ Πατρὶ ψάλλειν ὁμολογεῖ φάσκων· «Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεός.» Οὐκέτι γὰρ τύπους, οὐδὲ σκιὰς καὶ σύμβολα, οἷα ἦν τὰ παρὰ 23.789 Μωϋσεῖ, τὴν δὲ ἀλήθειαν τὴν σὴν παραστήσω τοῖς ἀνθρώποις, καὶ «ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ἰσραήλ·» ἢ κατὰ τὸν Ἀκύλαν, «Μελῳδήσω σοι ἐν κιθάρᾳ, ἅγιε Ἰσραήλ.» Ἀλλὰ καὶ «ἀγαλλιάσεται τὰ χείλη μου, ὅταν ψαλῶ σοι·» ἢ κατὰ τὸν Σύμμαχον, «Εὐφημήσει τὰ χείλη μου, ὅταν μελῳδήσω σοι, καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω. Ἔτι δὲ καὶ ἡ γλῶσσά μου μελητήσει ὅλην τὴν ἡμέραν τὴν δικαιοσύνην σου.» Χείλη δὲ καὶ γλῶσσαν αὐτοῦ μελετῶσαν τὴν δικαιοσύνην τοῦ Πατρὸς οὐκ ἂν ἁμάρτοις εἰπὼν τοὺς ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ ἀσκήσει θείων λόγων ἑαυτοὺς ἀνατεθεικότας. Καὶ ταῦτα πάντα, φησὶ, ποιήσω, «ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι·» ἢ κατὰ τὸν Σύμμαχον, «Ὅτι κατῃσχύνθησαν, ἢ ὅτι ἀπωρύγησαν οἱ ζητοῦντες τὴν κάκωσίν μου·» ἢ κατὰ τὸν Ἀκύλαν, «Ὅτι κατῃσχύνθησαν οἱ ζητοῦντες κακίαν μου.» Πάρεστι δὲ καὶ ταῦτα ἔργῳ πληρούμενα θεωρεῖν· ἁπανταχοῦ γὰρ γῆς τῶν Ἐκκλησιῶν τοῦ Σωτῆρος τὴν δικαιοσύνην τοῦ Θεοῦ διεξερχομένων, καὶ αὐτοῦ δὲ σκεύη ἐκλογῆς, οἷα προλέλεκται, καὶ ὄργανα λογικὰ τῷ Πατρὶ καταρτιζομένου, ἀνυμνοῦντός τε ἀεὶ δι' αὐτῶν τὸν ἐπὶ πάντων Θεὸν, αἰσχύνην περιβάλλονται οἱ ἐχθροὶ αὐτοῦ· ἐνετράπησάν τε καὶ ἐντρέπονται οἱ ζητοῦντες αὐτῷ κακά. Οὗτοι δέ εἰσιν οἱ θηρεύοντες μὲν πάσας προφάσεις, ὕβρεις τε καὶ διαβολὰς, καὶ βλασφημίας κατ' αὐτοῦ περινοοῦντες, μηδεμίαν