276
δὲ εὑρίσκοντες ὑπόθεσιν διαβολῆς, μήτε κατ' αὐτοῦ, μήτε τῆς Ἐκκλησίας αὐτοῦ. ∆ιὸ καταχέονται αἰσχύνην καὶ ἐντρέπονται πρὸς τὸ μηκέτι μηδὲν τολμᾷν διαβολῆς ἄξιον ἐπικαλεῖν. Καὶ ταῦτα πάντα ἔργῳ πληροῦται συμφώνως τῇ φασκούσῃ διὰ τῶν προκειμένων προφητείᾳ· «Ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.» Τότε γὰρ, φησὶν, ὅταν οἱ ἐχθροὶ καταισχύνωνται, ἐγὼ ψαλῶ σοι, καὶ ἐξομολογήσομαί σοι τῷ ἐμαυτοῦ Πατρί. Ἔτι δὲ καὶ «ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελητήσει τὴν δικαιοσύνην σου.» ΕΙΣ ΣΟΛΟΜΩΝΤΑ ΟΑʹ. «Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δός.» Οἱ λοιποὶ τοῦ «Σολομῶντος» ἡρμήνευσαν. Ἔστι δὲ καὶ ἕτερος τοῦ αὐτοῦ ἐν ταῖς ᾠδαῖς τῶν ἀναβαθμῶν, οὗ ἡ ἀρχή· «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν.» Ἐν οἷς ἔοικεν ὁ Σολομὼν ἐπὶ τῇ κατασκευῇ τοῦ οἴκου, ὃν ἤγειρεν ἐν Ἱεροσολύμοις, πρῶτος αὐτὸς οἰκοδομήσας τὸ αὐτόθι ἱερὸν, τὴν ᾠδὴν πεποιῆσθαι, διδάσκουσαν μόνα τὰ τοῦ Θεοῦ οἰκοδομήματα διαιωνίζειν· τὰ γὰρ ἀνθρώπινα καιρῷ συνίστασθαι· ὃ δὴ καὶ ἀπέβη ἐπὶ τῆς αὐτοῦ οἰκοδομῆς· οὐκ εἰς μακρὸν γοῦν ὁ ὑπ' αὐτοῦ κατασκευασθεὶς νεὼς ὑπὸ Βαβυλωνίων κατελύθη. Ἡ δὲ μετὰ χεῖρας προφητεία εἴτε εἰς αὐτὸν λέλεκται τὸν Σολομῶντα, εἴτε αὐτοῦ ἐστι κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· οἱ λόγοι ἕτερόν τινα παριστῶσι προφητευόμενον. ∆ιὸ οὔτε ψαλμὸς, οὔτε ᾠδὴ, οὔτε ὕμνος, οὔτε τι τούτοις παραπλήσιον ἐπιγέγραπται. Ἀλλ' ἔστι προφητεία θεσπίζουσα ἀναφανήσεσθαί τινα ἐν ἀνθρώποις πενήτων καὶ πτωχῶν σωτῆρα, καὶ τοῦτον ἄνωθέν 23.792 ποθεν ἠρέμα καταβήσεσθαι καὶ ἀψοφητί· «Καταβήσεται γὰρ ὡς ὑετὸς ἐπὶ πόκον.» ∆ικαιοσύνην τε λοιπὸν ἐμπολιτεύεσθαι τῷ γένει τῶν ἀνθρώπων ἐπὶ τῇ αὐτοῦ παρουσίᾳ. Ἐπικρατήσειν τε αὐτὸν οὐ τῆς Ἰουδαίας μόνης, οὐδὲ δυεῖν ἢ τριῶν ἐθνῶν, ἀλλὰ πάντων τῶν καθ' ὅλης τῆς οἰκουμένης, πάντα τε τὰ ἔθνη ὑποταγήσεσθαι αὐτῷ, ὀνομαστόν τε αὐτὸν ἔσεσθαι παρὰ τοῖς πᾶσιν, οὐ κατά τινα χρόνον βραχὺν, ἀλλ' εἰς ἅπαντα τὸν αἰῶνα. Καὶ τί γὰρ ἄλλ' ἢ τοιοῦτόν τινα ἔσεσθαι τὸν θεσπιζόμενον ὁ μετὰ χεῖρας ὑπογράφει λόγος, ὁποῖον οὐδεὶς πώποτε οὔτε παρὰ τῷ Ἰουδαίων ἔθνει, οὔτε παρ' ἑτέροις γεγονέναι μνημονεύει; Οὔτε γὰρ αὐτὸς Σολομὼν, οὔτε ∆αυῒδ, οὔτε τις τῶν μετ' αὐτοὺς τοιοῦτος ἐφάνη, ὡς ἁρμόσαι τινὶ αὐτῶν τὰ ὑπὸ τῆς προφητείας σημαινόμενα. Ὅρα τοίνυν εἰ μὴ ταῖς προτεταγμέναις διὰ τῶν ἔμπροσθεν περὶ τοῦ πάθους τοῦ Σωτῆρος προῤῥήσεσιν ἀκολούθως συνῆπται ἡ μετὰ χεῖρας τὴν βασιλείαν αὐτοῦ διαγράφουσα. Ἐχρῆν γὰρ ἡμᾶς καὶ τὰ περὶ ταύτης παιδευθῆναι. Πολλῶν δὲ προφητειῶν τὸν ἐκ ∆αυῒδ προφητευόμενον Χριστὸν ἀνυμνουσῶν· ἐπειδὴ εἰκὸς ἦν ὑπολαβεῖν τινας τὸν Σολομῶντα δηλοῦσθαι δι' αὐτῶν· μόνος γὰρ οὗτος τῶν υἱῶν ∆αυῒδ ἐπιδοξότατα βασιλεύσας, καὶ τὸν νεὼν ἤγειρε τῷ Θεῷ, καὶ σοφίᾳ διαπρέψαι μεμαρτύρηται· ἀναγκαίως ἡ προκειμένη προφητεία «εἰς Σολομῶντα» ἐπιγέγραπται· ἢ αὐτοῦ τοῦ Σολομῶντος εἶναι λέλεκται· ἵνα μηκέτι αὐτὸς νομίζηται ὁ προσδοκώμενος εἶναι ἐκ ∆αυΐδ· ἐξ αὐτοῦ δὲ Σολομῶντος ἐλπίζεται ἕτερος ὁ καὶ αὐτῷ ἐπηγγελμένος. Ἐὰν μὲν οὖν ἐκδεξώμεθα εἰς αὐτὸν εἰρῆσθαι τὸν Σολομῶντα τὸν ψαλμὸν κατὰ τὴν τῶν Ἑβδομήκοντα προγραφὴν, ἐροῦμεν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον, περὶ αὐτοῦ τὴν εὐχὴν ἀναπέμψαν τῷ Θεῷ διὰ τοῦ πρώτου στίχου, δι' οὗ εἴρηται· «Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς,» τουτέστι τῷ Σολομῶντι, τὸν ἑξῆς λόγον περὶ τοῦ ἐξ αὐτοῦ γενησομένου ποιεῖται· διὸ ἐπιλέγει· «Καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως·» δηλαδὴ τῷ μέλλοντι προελεύσεσθαι ἐκ σπέρματος αὐτοῦ Ἰησοῦ. Ἢ τῶν προκειμένων ὁ νοῦς τοιοῦτος· Ὅροςπαρὰ τῆς σῆς θεότητος ἐξενήνεκται, δόγμα τε καὶ