277
κρίμα βασιλικὸν ἐκ σοῦ Πνεύματος διατέτακται, ὡς ἂν ἐκ τῆς Σολομῶντος διαδοχῆς ὁ τὸ κόσμου Σωτὴρ κατὰ σάρκα γεννηθείη. Τοῦτο οὖν τὸ κρίμα σου, ὁ Θεὸς, ἤδη ποτὲ δώρησαι τῷ βασιλεῖ, δηλαδὴ τῷ Σολομῶντι, ὡς ἂν δι' ἔργων χωρήσειαν οἱ λόγοι· καὶ αὐτῷ μὲν τῷ βασιλεῖ τὸ δηλωθὲν κρίμα παράσχου, τὴν δὲ δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, τῷ μέλλοντι ἐκ σπέρματος αὐτοῦ προελεύσεσθαι· ἵν' ὁ γεννώμενος ὁ ἐκ πνεύματος καὶ διάδοχος αὐτοῦ, ὑποδεξάμενος τὴν σὴν δικαιοσύνην, «διακρίνῃ τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει.» Καὶ ταῦτα μὲν, εἴπερ εἰς αὐτοῦ προσώπου τοῦ Σολομῶντος ἀναφέροιτο ἡ προγραφὴ κατὰ τοὺς Ἑβδομήκοντα φέρουσα, «εἰς Σολομῶντα·» εἰ δὲ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τοῦ Σολομῶντος εἶναι λέγοιτο ἡ προφητεία, φήσομεν, ὅτι αὐτὸς ὁ Σολομὼν, Πνεύματος πληρωθεὶς, τρία διὰ τούτων παρίστησι πρόσωπα· τὸν Θεὸν, ᾧ τὴν εὐχὴν ἀναπέμπει, καὶ τὸν βασιλέα, ὃν πέπειστο βασιλεύειν τῶν ὅλων, δηλαδὴ τὸν Υἱὸν 23.793 τοῦ Θεοῦ· καὶ τρίτον ὃν ἀνείληφεν ἄνθρωπον ἐκ σπέρματος ∆αυῒδ ἐξ αὐτοῦ τε τοῦ Σολομῶντος γεννώμενον, ἕτερον ὄντα παρὰ τὸν βασιλέα τὸν διὰ τοῦ ψαλμοῦ φάντα· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» ∆ιὰ τούτων γὰρ σαφῶς καταστὰς, ἀκούει πρὸς τοῦ Πατρός· «Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.» Οἶδε δὲ καὶ αὐτὸς ὁ Σολομὼν τὸν Υἱὸν τοῦ Θεοῦ, σοφίαν ὀνομάζων αὐτὸν, ἐν οἷς ἐξ αὐτοῦ προσώπου ἐν Παροιμίαις τάδε φησίν· «Ἐγὼ ἡ Σοφία κατεσκήνωσα βουλὴν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. ∆ι' ἐμοῦ βασιλεῖς βασιλεύουσι·» καὶ ἑξῆς· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ τοῦ ὄρη ἑδρασθῆναι· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Γέννημα τοίνυν τοῦ Θεοῦ ἡ σοφία καὶ ὁ Υἱὸς αὐτοῦ ὁ Μονογενής· καὶ περὶ αὐτοῦ τὴν παροῦσαν εὐχὴν ἀναπέμπει ὁ Σολομὼν φάσκων· «Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς,» δῆλον δ' ὅτι τῷ Μονογενεῖ Λόγῳ σου. Ἐπειδὴ γὰρ ἔκρινας αὐτὸν ἐπὶ γῆς ὀφθῆναι, ἵνα μὴ μόνον τῶν κατ' οὐρανῶν, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς βασιλεύῃ, τοῦτο τὸ κρίμα ἤδη ποτὲ ἐπὶ πέρας ἀγέσθω· καὶ τὴν δικαιοσύνην δὲ τὴν σὴν τῷ υἱῷ τοῦ βασιλέως δὸς, ὁ Θεός· υἱοῦ βασιλέως ἐνταῦθα τοῦ κατὰ σάρκα νοουμένου ἐκ σπέρματος ∆αυῒδ, ὃν αὐτὸς ἑαυτῷ ὁ προὼν τοῦ Θεοῦ Λόγος ἐξ ἁγίου Πνεύματος καὶ τῆς ἁγίας Παρθένου συνεστήσατο· ὃν καὶ ἐν Παροιμίαις αἰνίττεσθαι τὸν Σολομῶντα ἡγοῦμαι δι' ὧν γράφει λέγων· «Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; Τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; Τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; Τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς; Τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» Οὕτω γὰρ ἡρμήνευσαν οἱ λοιποί· ὁ μὲν Ἀκύλας εἰπών· «Τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» καὶ ὁ Θεοδοτίων ὁμοίως· «Τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» Σαφῶς γὰρ ἐν τούτοις μὲν κρατήσας τῆς γῆς, καὶ καταβεβηκὼς καὶ ἀνελθὼν εἰς οὐρανὸν, τά τε λοιπὰ δεόμενα τῆς κατὰ σχολὴν ἑρμηνείας πεποιηκὼς, οὐδεὶς ἂν γένοιτο ἕτερος τοῦ Υἱοῦ τοῦ Θεοῦ, ὃς αὐτὰ δὴ ταῦτα διδάσκων ἔλεγεν· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου·» Ὁ δ' ἐνταῦθα λεγόμενος αὐτοῦ Υἱὸς εἴη ἂν ὁ κατὰ σάρκα νοούμενος, ἣν ἀνείληφεν ἐκ σπέρματος ∆αυῒδ καὶ Σολομῶντος γενομένην. Ἀλλ' ἐπεὶ Ἰουδαίων παῖδες τὰς προκειμένας τῶν Παροιμιῶν φωνὰς εἰς τὸν ἐπὶ πάντων Θεὸν ἀνάξουσιν, οὐκ εἰδότες τὸν Υἱὸν τοῦ Θεοῦ, δεικτέον αὐτοῖς ἐκ τῶν προκειμένων ὡς Υἱὸν Θεοῦ, σαφῶς καὶ διαῤῥήδην παρίστησιν ἡ Γραφὴ λέγουσα· «Τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» Φάσκων δὲ ὁ λόγος ἐν τῷ