278
ψαλμῷ· «Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς,» ἄλλο εἶναι τὸ κρίμα παρὰ τὴν κρίσιν διδάσκει. Κρίμα γὰρ τὸ ἅπαξ δόξαν τῷ Θεῷ καὶ τὸ κριθὲν παρ' αὐτῷ τυγχάνει· κρίσις δὲ τῶν κρινομένων διάκρισις, ᾗ 23.796 παρακολουθεῖ τὸ κατ' ἀξίαν ἀπονεμητικὸν ἑκάστῳ. ∆ιόπερ ἐνταῦθα οὐ τὴν κρίσιν ἀξιοῖ δοῦναι τῷ βασιλεῖ· ἀλλὰ τὸ κρίμα, τουτέστι τὸ δόγμα καὶ τὸ κριθὲν τῷ Πατρὶ περὶ τῆς εἰς ἀνθρώπους θεοφανείας αὐτοῦ. Τὸ μὲν οὖν κρίμα τῷ βασιλεῖ δέδοται· ἡ δὲ δικαιοσύνη τῷ υἱῷ τοῦ βασιλέως. ∆ικαιοσύνη γὰρ ἦν αὐτὸς ὁ βασιλεὺς, ὥσπερ οὖν παρίστησιν ὁ Ἀπόστολος εἰπών· «Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις» Αὕτη τοίνυν ἡ τοῦ Πατρὸς δικαιοσύνη τῷ Υἱῷ τοῦ βασιλέως δέδοται τῷ ἐκ σπέρματος ∆αυῒδ κατὰ σάρκα γενομένῳ· ἐν ᾧ κατῴκησεν ὥσπερ ἐν ναῷ ὁ τοῦ Θεοῦ λόγος καὶ ἡ σοφία, καὶ ἡ δικαιοσύνη. Τὴν δὲ αἰτίαν τοῦ δοθῆναι τὴν δικαιοσύνην τῷ δηλωθέντι υἱῷ τοῦ βασιλέως, ἑξῆς διδάσκει λέγων· «Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει.» Ἔδει γὰρ τοὺς πτωχοὺς τοῦ Θεοῦ καὶ τὸν ἐν ἀνθρώποις λαὸν αὐτοῦ ὑπὸ τοῦ υἱοῦ τοῦ βασιλέως διακρίνεσθαι ἐν δικαιοσύνῃ· ἐπεὶ μὴ ἐχώρουν ἄλλως δέξασθαι τὸν βασιλέα. ∆ιόπερ μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, δι' οὗ ἀνείληφεν Υἱοῦ ἀνθρώπου ἐξ ἁπάντων τῶν ἐθνῶν κατὰ τοῦ δικαίου λόγον, «ἐξελέξατο ἑαυτῷ λαὸν περιούσιον,» καὶ τοὺς καλουμένους αὐτοῦ πτωχοὺς, οὓς καὶ μακαρίζων ἔλεγε· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Καὶ ἄλλως δὲ περὶ τῆς δικαιοσύνης διδάσκει ὁ Ἀπόστολος λέγων· «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. ∆ικαιοσύνη γὰρ ἐν αὐτῷ ἀποκαλύπτεται.» Καὶ περὶ τῶν πτωχῶν πάλιν ὁ αὐτὸς διασαφεῖ λέγων· «Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί· ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ εὐγενεῖς, οὐ πολλοὶ δυνατοί· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς· καὶ τὰ ἀσθενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ· ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ.» «Ἀναλαβέτωσαν τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.» Πρὸς τοῖς προτέροις καὶ ταῦτα τὸ πνεῦμα τὸ προφητικὸν εὔχεται, ὅπως τὰ ὄρη τὰ πάλαι ἐχθραίνοντα τῷ λαῷ εἰρηνεύσειε πρὸς αὐτὸν ἀπωθούμενα τὴν ἔχθραν, καὶ ὅπως οἱ βουνοὶ τὴν προλεχθεῖσαν δικαιοσύνην τῷ αὐτῷ λαῷ εὐαγγελίζωνται. Πρότερον μὲν γὰρ τὰ ὄρη ἔχθραν εἶχε πρὸς τὸν λαὸν, καὶ οἱ βουνοὶ ὡσαύτως· ὅτε δὲ ὁ υἱὸς τοῦ βασιλέως ἴδιον ἐποιήσατο τὸν λαὸν πάλαι ἀπηλλοτριωμένον αὐτοῦ, τηνικαῦτα καὶ τὰ καλούμενα ἐνταῦθα ὄρη εἰρηνεύει πρὸς τὸν λαόν. Ὄρη δὲ καὶ βουνοὺς εἰρηνεύοντας ἀνθρώποις τίνας ἂν εἴποις ἢ τὸν ἀγγέλων χορὸν καὶ τὰς τούτων ἀνωτέρας θείας δυνάμεις; αἳ πάλαι μὲν, ὅτε ἀλλότριος ἦν ὁ λαὸς τοῦ Θεοῦ, ἐχθραὶ ἦσαν αὐτοῦ· νῦν δ' ὅτε κτῆμα γέγονε τοῦ υἱοῦ τοῦ βασιλέως, ἐφιλιώθησαν αὐτῷ μεταβαλόντες τῆς ἔχθρας. Νοήσεις δὲ τὸν ἐξ ἁπάντων τῶν ἐθνῶν συνηγμένον λαὸν, παραθεὶς τούτοις τὴν ἐν τῷ 23.797 Ζαχαρίᾳ προφητείαν, ὧδε λέγουσαν· «Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών. Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καὶ κατασκηνώσει ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ ἔσονταί μοι εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ γνώσονται, ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.» Σαφῶς γὰρ διὰ τούτων ἀπὸ τῶν ἐθνῶν, ἀλλ' οὐκ ἀπὸ τοῦ Ἰουδαίων ἔθνους συντάξειν αὐτὸς ἑαυτῷ λαὸν ὁ Κύριος εὐαγγελίζεται. Τούτῳ δὴ οὖν τῷ λαῷ αἱ δυνάμεις αἱ ὑπερκόσμιοι καὶ αἱ ἀγγελικαὶ, ὄρη καὶ βουνοὶ ἐνταῦθα ὀνομαζόμεναι, εἰρήνευσαν ἐχθραίνουσαι τὸ πρὶν, ὅτε τῇ ἀθέῳ προσεῖχεν εἰδωλολατρείᾳ. Αἱ δ' αὐταὶ δικαιοσύνην εὐαγγελίζονται τῷ αὐτῷ λαῷ· ἤτοι τὸν Χριστὸν τοῦ Θεοῦ, αὐτὸν ὄντα τὴν δικαιοσύνην,