279
ἢ τὸ σωτήριον Εὐαγγέλιον, δι' ὃ λέλεκται· «Ἀναλαβέτωσαν τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.» Καὶ ταῦτα ἔσται, ἐπειδὴ ὁ προλεχθεὶς υἱὸς τοῦ βασιλέως «κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων·» κρίνας γὰρ πρότερον ἀξίους εἶναι σωτηρίας, οὕτως αὐτοὺς σώζει. Οὐ γὰρ ἀκρίτως, μετ' ἐξητασμένης δὲ κρίσεως τὴν σωτηρίαν παρέχει τοῖς ἑαυτοῦ πτωχοῖς καὶ τοῖς υἱοῖς τῶν πενήτων, ὧν καὶ ἡ προφητεία μέμνηται λέγουσα· «Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με· κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.» Πτωχοὺς δὲ ποίους φησὶν, ἢ τοὺς δυναμένους ὁμοίως Παύλῳ λέγειν· «Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν·» τούς τε ὁμοίως Πέτρῳ φήσαντας· «Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι.» Τοιούτους δὲ πτωχοὺς αὐτὸς ἑαυτῷ παρεσκεύαζε παραινῶν μὴ κτῆσθαι χρυσίον μηδὲ ἀργύριον εἰς τὰς ζώνας, μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον. «Τοιοῦτοι δὲ ἦσαν καὶ οἱ πάλαι περιελθόντες ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς.» Ἀλλ' εἰ μὲν τούτων μόνον ἐμνημόνευσεν ὁ λόγος, ἀποκέκλειστο πᾶς ὁ μὴ τοιοῦτος· νῦν δὲ καὶ δεύτερον τάγμα καταριθμεῖται φάσκων· «Καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων.» Υἱοὶ δὲ πενήτων ἦσαν οἱ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ Σωτῆρος ἡμῶν γνώριμοι, ὁποίους δηλῶν ὁ Ἀπόστολος ἔλεγεν· «Ἐὰν γὰρ πολλοὺς παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα·» καὶ πάλιν· «Τέκνα μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Ἀλλὰ τοὺς μὲν πτωχοὺς ἑαυτοῦ καὶ τοὺς υἱοὺς τῶν πενήτων σὺν δικαιοσύνῃ καὶ ὀρθῇ κρίσει σώζει· τὸν δὲ συκοφάντην προῃρημένον ἢ καὶ τὸν λαὸν αὐτοῦ καὶ τὴν Ἐκκλησίαν πολεμεῖν (μυρίοι δὲ συκοφάνται τὴν Ἐκκλησίαν αὐτοῦ διαβάλλουσι), καὶ τὸν βίον τῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ διαπρεπόντων ἄλλοι συκοφαντοῦσιν· ὧν ἐπιστήσας τῇ τελευτῇ τοῦ βίου, ὄψει ὅπως εἴρηται τὸ, «Καὶ ταπεινώσει συκοφάντην.» Τίς γὰρ τῶν τυραν23.800 νευσάντων, καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίαν βλασφημίαις καὶ συκοφαντίαις περιβαλλόντων, οὐ τεταπείνωται; Τίς τῶν σοφῶν τοῦ αἰῶνος τούτου, τὴν αὐτοῦ γλῶτταν ἀκονήσας κατὰ τῆς θεοπνεύστου Γραφῆς, οὐ τὰ ἐπίχειρα πέπονθε τῆς συκοφαντίας; Ἀλλὰ γὰρ πλείστων ὅσων ἐπισταμένων συκοφαντῶν κατὰ τῆς Ἐκκλησίας αὐτοῦ, πάντων τε κατὰ καιροὺς ταπεινουμένων, αὐτὸς συμπαραμένειν τῷ ἡλίῳ θεσπίζεται, ὁμοίως ἡλίῳ ταῖς αὐγαῖς τῆς αὐτοῦ διδασκαλίας τὸν σύμπαντα καταλάμπων κόσμον· καὶ πρὸ τῆς σελήνης δέ· ἢ κατὰ τὸν Ἀκύλαν, «Καὶ εἰς πρόσωπον τῆς σελήνης·» ἢ κατὰ τὸν Σύμμαχον, «Καὶ ἔμπροσθεν τῆς σελήνης διαμενεῖ.» Οὐ γὰρ πρὸ τῆς σελήνης, τουτέστι πρὶν γενέσθαι τὴν σελήνην· ἀλλ' ἐνώπιον ὥσπερ καὶ ἔμπροσθεν ἡγούμενος τῆς σελήνης. Ὥσπερ γὰρ ἥλιος μὲν ἡμέραν ἐργάζεται ὑπὲρ γῆς γενόμενος· σελήνη δὲ νυκτὸς διαλύει τὸ σκότος τῷ ἑαυτῆς φωτί· τὸν αὐτὸν τρόπον καὶ ὁ προφητευόμενος ὁμοίως μὲν σελήνῃ τὰς ἐν σκότῳ καὶ νυκτὶ τυγχανούσας ψυχὰς φωτίζει, ἡλίῳ δὲ παραπλησίως τὸν σύμπαντα καταλάμπει κόσμον, διαμένει τε καὶ συμπαραμένει ἄχρι τῆς συντελείας τοῦ αἰῶνος. Εἰς ὅσον γὰρ ἥλιος τὸν σύμπαντα φαιδρύνει κόσμον, εἰς τοσοῦτον καὶ αὐτὸς τῷ ἡλίῳ συμπαραμένων καὶ συνεκτεινόμενος τὰς τῶν ἀνθρώπων φωτίζει ψυχάς· ὡσαύτως δὲ καὶ σελήνῃ πλησιφαεῖ παραπλησίως εἰς γενεὰς γενεῶν λέγεται διαρκεῖν. «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν.» Κατάβασιν τοῦ Θεοῦ Λόγου νοήσεις, ἐπιστήσας τῇ καταβάσει καὶ τῇ συμπεριφορᾷ καθ' ἣν συμπεριενεχθεὶς τῇ τῶν ἀνθρώπων σμικρότητι, «ἐταπείνωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.» ∆ι' ὃ λέλεκται· «Καταβήσεται.»