280
Ἀναγκαίως δὲ καὶ παραδείγματι κέχρηται προφητεία φήσασα, «Ὡς ὑετὸς ἐπὶ πόκον.» Ὃ δὴ συμφώνως οἱ λοιποὶ πάντες ἡρμήνευσαν· Ἀκύλας μὲν εἰπὼν, «Καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ κουράν·» Σύμμαχος δὲ, «Καταβήσεται ὡς δρόσος ἐπὶ πόκον·» καὶ οἱ λοιποὶ ἑρμηνευταὶ ὁμοίως· παριστῶντες τοῦ Λόγου τὴν ἐξ ὕψους τὴν ἐξ αὐτῶν οὐρανῶν κάθοδον ἐπὶ γῆς τοῦ προφητευομένου· καὶ ὡς ἠρέμα καὶ ἡσυχῆ μηδενὸς αἰσθομένου καταβέβηκεν. Ὑετὸς γὰρ ἐπὶ πόκον κατιὼν, ἀνεπαισθήτως καὶ ἀψοφητὶ κάτεισιν. Ἐπεὶ τοίνυν ἡ κατὰ σάρκα γένεσις τοῦ Σωτῆρος ἡμῶν τοιαύτην ἀνείληφε τὴν οἰκονομίαν, ὡς μηδένα νοῆσαι μηδὲ ἀκουσθῆναι, μηδὲ τοὺς ἐκ γειτόνων οἰκοῦσι τὸ μυστήριον τῆς συλλήψεως καὶ τοῦ τοκετοῦ τῆς ἁγίας Παρθένου. Τοῦτ' αὐτὸς ὁ παρὼν ᾐνίξατο λόγος, εἰπών· «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον·» καὶ ἄλλως, ἐπειδὴ πόκος προβάτων δορὰ, νοήσας ὅπως αὐτὸς ἐδίδασκε λέγων ὁ Σωτήρ· «Οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·» ἐφαρμόσεις τὸ παρὸν λόγιον τῇ αὐτοῦ φωνῇ. Οὐ γὰρ ἐπὶ ἕτερον ἔθνος καταβέβηκεν, ἀλλ' ἐπὶ μόνον τὸ Ἰουδαίων, παρ' οἷς καὶ τὰς διατριβὰς ἐποιήσατο. Ἡ μὲν οὖν πρώτη κατάβασις αὐτοῦ γέγονεν ὡς ὑετὸς 23.801 ἐπὶ πόκον κατὰ τοὺς ἀποδοθέντας τρόπους· μετὰ ταῦτα δὲ οὐκέτι ὡς ἐπὶ πόκον, ἀλλὰ σὺν πολλῇ κινήσει· καὶ κτύπος ἐξάκουστος γέγονε καθ' ὅλης τῆς οἰκουμένης ἡ διδασκαλία αὐτοῦ. ∆ι' ὃ ἐπιλέγεται ἑξῆς, «καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν.» Σταγόνες γὰρ ἢ ψεκάδες κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς στάζουσαι ἐπὶ τὴν γῆν οὐκέτ' ἀψοφητὶ, σὺν πολλῷ δὲ ψόφῳ κατίασι. Καὶ τοῦτο δὲ τέλος ἐτύγχανεν, ὅτε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἀποστόλων αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τούτοις ἑξῆς εἴρηται· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης·» κατὰ δὲ τὸν Ἀκύλαν, «Βλαστήσει ἐν ἡμέραις αὐτοῦ δίκαιος καὶ πλῆθος εἰρήνης·» κατὰ δὲ τὸν Σύμμαχον, «Ἀνθήσει ἐν ταῖς ἡμέραις αὐτοῦ δίκαιος.» Ἡμέραι δὲ τοῦ Σωτῆρος ἡμῶν αἱ ἀπὸ τῆς παρουσίας αὐτοῦ μέχρι τῆς συντελείας τοῦ αἰῶνος νοηθήσονται. Ὥσπερ γὰρ ἀκούομεν τὸ, «Ἐν ταῖς ἡμέραις ∆αυῒδ,» καὶ, «Ἐν ἡμέραις Ἱεροβοὰμ,» οὕτως εἶεν ἂν ἡμέραι τοῦ Σωτῆρος ἡμῶν. Ἀλλ' ἐκεῖνοι μὲν, πρὸς ὀλίγον φανέντες, θᾶττον ἀπεσβέσθησαν· δι' ὃ καὶ αἱ ἡμέραι αὐτῶν ἐξέλιπον· αἱ δὲ ἡμέραι τοῦ Σωτῆρος ἡμῶν ὁπόσαι τυγχάνουσι, φθάσας ὁ λόγος ἐδήλωσεν εἰπών· «Συμπαραμενεῖ τῷ ἡλίῳ καὶ ἔμπροσθεν τῆς σελήνης γενεὰς γενεῶν·» οἷς ἀκολούθως καὶ αὐτὸς τοῖς ἑαυτοῦ μαθηταῖς ἐπηγγέλλετο λέγων· «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι ἄχρι τῆς συντελείας τοῦ αἰῶνος·» Οὕτω γὰρ ἤμελλε συμπαραμένειν τῷ ἡλίῳ. Οὐκοῦν ἐν ταῖς ἡμέραις αὐτοῦ, καθ' ἃς συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ ὁμοίως σελήνῃ τὰς τῶν ἐν σκότῳ φωτίσει ψυχὰς, ἀναλάμψει ἐπὶ πάσης τῆς γῆς δικαιοσύνη· ἢ κατὰ τὸν Ἀκύλαν, «δίκαιος·» οὐκέτι παρὰ Ἰουδαίοις μόνοις ἑνός που καὶ δευτέρου ὀνομαζομένου δικαίου, καθ' ὅλης δὲ τῆς οἰκουμένης μυρίων ἐν Χριστῷ δικαιουμένων. Τὸ δὲ πλῆθος τῶν δικαίων τῶν ἐν ταῖς ἡμέραις τοῦ Σωτῆρος ἀνθούντων καὶ φωτὸς δίκην ἀνατελλόντων ὁμοίως τῷ ἑαυτῶν φωστῆρι νοήσεις ἀπὸ τοῦ πλήθους τῶν ἁπανταχοῦ γῆς μαρτύρων αὐτοῦ καὶ τῶν κατὰ τὴν Ἐκκλησίαν αὐτοῦ τὸν ἀγγελικὸν ἐν παντελεῖ ἁγνείᾳ κατορθούντων βίον. Εἰ δὲ καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνθήσειν λέλεκται, καὶ τοῦτο ὅπως δι' ἔργων πληροῦται ἔστι καταμαθεῖν ἐκ τοῦ μὴ Ἰουδαίους μόνους, ἀλλὰ καὶ πᾶν ἔθνος καλεῖσθαι ἐπὶ τὴν ἔνθεον πίστιν, δούλους τε ἐξ ἴσου τοῖς ἐλευθέροις θεοσεβεῖν, καὶ πένητας ὁμοίως τοῖς πλουσίοις, ἄρχοντάς τε σὺν ἀρχομένοις σὺν πολλῇ Θεοῦ δικαιοσύνῃ. Ὅπως δὲ πλῆθος εἰρήνης ἀνατέταλκεν ἐν ταῖς δηλωθείσαις τοῦ Σωτῆρος ἡμῶν ἡμέραις, νοῆσαι ἔστιν ἐπιστήσαντα τῇ καταστάσει τῶν πρὸ τῆς αὐτοῦ παρουσίας πραγμάτων. Καθ' ἣν τὸ σύμπαν τῶν ἀνθρώπων γένος διῄρητο ἀποτετμημένων ὥσπερ ἐξ ἑνὸς