281
σώματος εἰς μυρία διεσπαρμένα μέλη, ἄλλων ἄλλως ἐθνῶν πάλαι πρότερον ἀφωρισμένων, πολεμούντων τε ἀλλήλοις καὶ πολεμουμένων καὶ τῶν μὲν τυραννουμένων, τῶν δὲ δημοκρατουμένων, ἑτέρων δὲ ὀλιγαρχουμένων· τοπάρχων κατ' ἔθνος καὶ τυράννων 23.804 κρατούντων· ὡς ἄμικτα εἶναι καὶ ἄβατα τοῖς πλησιοχώροις τὰ τῆς τῶν γειτόνων χώρας· πολέμους τε ἀσπόνδους καὶ ἔχθρας ἀκαταλλάκτους ἐκ μακροῦ αἰῶνος μέχρι τοῦ Σωτῆρος ἡμῶν συνεστάναι. Ἐξ ἐκείνου δὲ πάσης πολυαρχίας ἐκποδὼν ἀρθείσης, μοναρχία τῶν πλείστων ἐθνῶν ἐπικεκράτηκε· γέγονέ τε ὡς ἀληθῶς πλῆθος εἰρήνης, κοινωνίαν καὶ ἐπιμιξίαν κτησαμένων ἁπάντων τῶν ἐθνῶν· ὡς ἔργῳ μαρτυρεῖσθαι τὴν ἐν χερσὶ μαρτυρίαν μόνῳ τῷ Σωτῆρι ἡμῶν ἐφαρμόττουσαν. Τοῦτο δὲ τὸ πλῆθος τῆς εἰρήνης παραμένειν φησὶν «ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη·» ἢ κατὰ τὸν Ἀκύλαν, «ἕως οὗ ἡ σελήνη·» ἢ κατὰ τὸν Σύμμαχον, «ἕως παλαιώσεως τῆς σελήνης.» Πότε δὲ παλαιοῦται σελήνη; Κατὰ τὴν συντέλειαν τοῦ αἰῶνος, καθ' ἣν πληρωθήσεται ἡ φάσκουσα προφητεία· «Ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι·» καὶ πάλιν· «Οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἡ σελήνη φωτιεῖ σοι τὴν νύκτα.» Οὐκοῦν ὥσπερ ἀνωτέρω συμπαραμένειν τῷ ἡλίῳ τὸν προφητευόμενον ἐδήλου, οὕτως καὶ ἐνταῦθα τὸ πλῆθος τῆς ὑπ' αὐτοῦ προξενηθησομένης ἀνθρώποις εἰρήνης μέχρι τῆς συντελείας διαρκέσειν θεσπίζει. Ὅπως μὲν οὖν καταβήσεται ἠρέμα καὶ ἀψοφητὶ ἐπὶ τὸ Ἰουδαίων ἔθνος, καὶ ὡς πληρώσει τὴν σύμπασαν οἰκουμένην δίκην σταγόνων σταζουσῶν ἐπὶ τῆς γῆς, καὶ ὡς δικαιοσύνη ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ καὶ πλῆθος εἰρήνης, δεδήλωται διὰ τῶν εἰρημένων. Ἑξῆς δὲ διδάσκει, ὅτι μὴ ἐν γωνίᾳ γῆς περιγραφήσεται αὐτοῦ ἡ δεσποτεία· κυριεύσει δὲ τῶν ἐθνῶν ἁπάντων. ∆ι' ὃ λέλεκται· «Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης.» Εἰ γάρ ἐστί τινα πέρατα γῆς, ἃ δὴ πανταχοῦ κυκλοῦσι, θάλασσαι Ὠκεανός τε ἀπέραντος ἀνθρώποις· τοῦτο πάντων εἴσω τῶν ἁπανταχοῦ θαλασσῶν Κύριον ὁμολογήσει τὸν θεσπιζόμενον. ∆ι' ὃ λέλεκται· «Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης.» Γνῴης δ' ἂν τοῦ λόγου τὸ ἀποτέλεσμα συνιδὼν ὅπως ἁπανταχοῦ γῆς αἱ τοῦ Θεοῦ Ἐκκλησίαι τὸν Χριστὸν αὐτοῦ Κύριον ἀναγορεύουσιν. Ἀλλὰ καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης κατακυριεύσειν αὐτόν φησι σφόδρ' ἀναγκαίως. Ἐχρῆν γὰρ ἡμᾶς μαθεῖν ὁπόθεν ἄρξεται τῆς διδασκαλίας· σημαίνει δὲ, ὡς ἄρα ἔσται αὐτῷ ἡ καταρχὴ ἀπὸ ποταμοῦ. Ὅντινα ποταμὸν παρίστησι τὸ Εὐαγγέλιον φάσκον· «Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς Ἰωάννην, τοῦβαπτισθῆναι ὑπ' αὐτοῦ. Ὁ δὲ διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιοσύνην.» Ὅτε μετὰ τὸ βαπτισθῆναι αὐτὸν «Ἠνοίγησαν οἱ οὐρανοὶ, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡς περιστερὰν καὶ ἐρχόμενον εἰς αὐτόν. Φωνή τε ἐκ τῶν οὐρανῶν ἠκούσθη λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Ἐξ ἐκείνου γὰρ γνωρίζεσθαι αὐτοῦ ἤρξατο ἡ κυριότης. Παραδόξως δὲ τούτου μέμνηται τοῦ ποταμοῦ καὶ Ἡσαΐας ὁ προφήτης εὐαγγελιζόμενος τὴν ἔρημον, ἐν ᾗ ἐκήρυτ 23.805 τεν Ἰωάννης ὁ Βαπτιστής. Ἐβόα δ' οὖν λέγων· «Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον· καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου.» Ἀντὶ τίνος γὰρ οὐχ ἑτέρου μέμνηται ποταμοῦ ὁ τοσοῦτος προφήτης, ἀλλ' αὐτοῦ τοῦ Ἰορδάνου καὶ τῆς ἐρήμου ἀμφὶ τοῦτον· εὐφροσύνην τε καὶ ἀγαλλίασιν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου, ἀλλ' οὐχὶ τῇ Ἱερουσαλὴμ, οὐδὲ τῇ λοιπῇ Ἰουδαίᾳ εὐαγγελίζεται; Οὐκοῦν ἔχομεν καὶ παρὰ τῷ Ἠσαΐᾳ τὴν δήλωσιν τοῦ ποταμοῦ περὶ οὗ φησιν ὁ παρὼν λόγος, «Καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης» κατακυριεύσειν τὸν