282
προφητευόμενον. Ὀφθαλμοῖς δὲ παραλαβεῖν ἔστι δι' ἔργων κεχωρηκυίας τὰς προαναφωνήσεις, ὁρῶντας μέχρι τῶν περάτων τῆς γῆς ἐν ταῖς Ἐκκλησίαις αὐτοῦ κυριολογούμενον τὸν Χριστὸν τοῦ Θεοῦ. «Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι.» Σφόδρ' ἀκολούθως μετὰ τὸ εἰπεῖν, «Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης,» Αἰθιόπων ἐμνημόνευσεν, οἳ τὰ ἔσχατα τῆς καθ' ἡμᾶς οἰκουμένης οἰκοῦσι, τά τε πρὸς ἀνατολὰς καὶ τὰ πρὸς δύοντα ἥλιον. Ὅθεν καὶ παρὰ τοῖς ἔξω τοῦ καθ' ἡμᾶς λόγου κατὰ φύσιν εἰρῆσθαι δοκεῖ τὸ, Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν· Οἱ μὲν δυσομένου ὑπερίονος, οἱ δ' ἀνιόντος. Καὶ ἐν ἑτέρῳ δὲ εἴρηται ψαλμῷ· «Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ·» καὶ πάλιν ἐν ἑτέρῳ προφήτῃ λέλεκται· «Ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσιν οὐσίας μοι.» Καὶ ἐν τοῖς προκειμένοις δὲ ἀκολούθως τούτοις τὸ, «Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες,» θεσπίζεται. ∆ι' ὧν ἁπάντων ὁ λόγος σημαίνει τὰ ἔσχατα τῆς γῆς τὴν τοῦ προφητευομένου γνῶσιν ἀναλήψεσθαι, καὶ προσκυνήσειν αὐτῷ, προσπίπτοντας καὶ γόνυ κλίνοντας. ∆ι' ὃ λέλεκται κατὰ τὸν Ἀκύλαν· «Εἰς πρόσωπον αὐτοῦ κάμψουσιν Αἰθίοπες·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἔμπροσθεν αὐτοῦ ὀκλάσουσιν Αἰθίοπες.» ∆ιὰ δὲ τῶν Αἰθιόπων τῶν τὰ ἔσχατα τῆς γῆς οἰκούντων καὶ τὰ εἴσω τῆς οἰκουμένης ἔθνη δηλοῦνται Καὶ πρόδηλον ὅπως ἁπανταχοῦ γῆς οἱ εἰς αὐτὸν πεπιστευκότες, γόνυ κλίνοντες καὶ εἰς αὐτὴν προπίπτοντες τὴν γῆν, δι' αὐτοῦ τὴν προσκύνησιν τῷ ἐπὶ πάντων ἀναπέμπουσι Θεῷ. Ἀλλὰ καὶ οἱ ἐχθροὶ αὐτοῦ, φησὶ, χοῦν λείξουσιν, ἐξομοιωθέντες τῷ ἑαυτῶν πατρὶ τῷ ὄφει, ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορευομένῳ, καὶ γῆν ἐσθίοντι κατὰ τὴν ἐξ ἀρχῆς γενομένην αὐτῷ προστίμησιν. Οὕτω δ' οὖν ὄψει τοὺς τῆς Ἐκκλησίας τοῦ Χριστοῦ πολεμίους τὸν χοῦν καὶ τὰς σωματικὰς ἡδονὰς περιλιχμωμένους. Εἰ γὰρ τὸ σῶμα, ᾧπερ κεῖται ἡ ψυχὴ, χοῦς ἀνείρηται κατὰ τὴν φάσκουσαν Γραφήν· «Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον·» οἱ τὸν χοῦν περιλιχμώμενοι καὶ τὰς τῆς σαρκὸς ἡδυπαθείας τιμῶντες διαβέβληνται εἰκότως, ὡς ἂν ἐχθροὶ τοῦ σωτηρίου τυγχάνοντες λόγου. Ἀλλ' οὗτοι μὲν τοιοῦτοι· τὸ δ' ἕτερον τάγμα τῶν 23.808 τὴν βασιλείαν τοῦ Χριστοῦ γνωριζόντων δῶρα προσοίσουσιν αὐτῷ, προφητεύεται· δι' ὃ λέλεκται ἑξῆς· «Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι.» Καὶ ἐν τούτοις δὲ ὁ λόγος, διελὼν εἰς δύο μέρη τὴν οἰκουμένην, τὸ μὲν ἀφορίζει ἐπὶ τὸ πρὸς δυσμαῖς ἡλίου κλίμα, ὃ δὴ πρῶτον παρίστησιν εἰπών· «Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι·» δι' ὧν τὴν πρὸς δυσμαῖς σημαίνει θάλασσαν καὶ τὰς ἐν ταύτῃ νήσους. Οὕτως οὖν ποτε καὶ Ἰωνᾶς ὁ προφήτης ἀνέστη φυγεῖν εἰς Θαρσεῖς καὶ κατέβη εἰς Ἰόππην, καὶ ἀνέβη εἰς πλοῖον τοῦ φυγεῖν εἰς Θαρσεῖς, ἥν φασιν εἶναι τὴν Θαρσόν. Ἐν δὲ τῷ Ἐζεκιὴλ τοῦ Θαρσεῖς ὀνόματος φερομένου, οἱ Ἑβδομήκοντα Καρχηδόνα ἡρμήνευσαν. Τὸ δὲ ἕτερον κλίμα τὸ πρὸς ἀνατολὰς ἡλίου δηλοῦται διὰ τοῦ, «Βασιλεῖς Ἀράβων καὶ Σαβά.» Τό τε γὰρ τῶν Ἀράβων γένος ἀνατολικὸν τυγχάνει, ἐπέκεινα δὲ αὐτοῦ τὰ Περσικὰ μέρη, καὶ ἡ τῶν Σαβαϊτῶν χώρα εἶναι λέγεται. Ἀντὶ δὲ τοῦ, «Βασιλεῖς Ἀράβων καὶ Σαβὰ,» ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος, ἥ τε Ἑβραϊκὴ γραφὴ συντόνως τούτοις, «Βασιλεῖς Σαβὰ καὶ Σαβὰ» εἰρήκασιν. Ὥστ' εἶναι ταὐτὸν μὲν ἐκφωνούμενον ὄνομα, διαλλάττειν δὲ τῇ τῶν στοιχείων διαφορᾷ· τὸ μὲν γὰρ πρῶτον Σαβὰ διὰ τοῦ καλουμένου παρ' Ἑβραίοις σὲν, τὸ δὲ δεύτερον διὰ τοῦ σάδη στοιχείου κατὰ τὴν Ἑβραϊκὴν ἐμφέρεται γραφήν· ἔνθεν καὶ τὰ τῆς ἑρμηνείας αὐτοῖς ἐναλλάττει. Καὶ ὁ Σωτὴρ δὲ τούτου μέμνηται τοῦ ὀνόματος λέγων· «Βασίλισσα Σαβὰ ἀναστήσεται ἐν ἡμέρᾳ κρίσεως, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος·» σαφῶς παριστὰς ὡς