283
ἐν τοῖς πέρασι τῆς γῆς τὸ Σαβὰ ἔθνος τυγχάνει. Ἱστορεῖ δὲ καὶ ἡ τρίτη τῶν Βασιλειῶν περὶ τοῦ αὐτοῦ ἔθνους ταῦτα· «Καὶ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σολομῶντος, καὶ ἦλθε πειράσαι αὐτὸν ἐν αἰνίγμασι. Καὶ ἦλθεν εἰς Ἱερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα. Καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σφόδρα καὶ λίθον τίμιον.» Κέκλητο δὲ ἡ χώρα καὶ τὸ ἔθνος Σαβὰ ἀπὸ προπάτορος τοῦ Σαβὰ, ὃς ἀναγέγραπται υἱὸς γεγονὼς τοῦ Χοῦς. Λέγει δ' οὖν ἡ Μωϋσέως γραφή· «Υἱοὶ δὲ Χοῦς, Σαβὰ καὶ Εὑίλα, καὶ Σαβάθα.» Χοῦς δὲ ἑρμηνεύεται «ὁ Αἰθίοψ.» Γένος οὖν Αἰθιοπικὸν ἔοικεν εἶναι τὸ Σαβὰ ἔθνος. Καὶ δεύτερον δὲ εἴρηται Σαβὰ, περὶ οὗ φησιν ἡ Γραφή· «Υἱοὶ δὲ Ῥεγμὰς, Σαβὰ καὶ ∆αδάν.» Εἰκότως τοίνυν ἐν τῷ ψαλμῷ γέγραπται κατὰ τοὺς λοιπούς· «Βασιλεῖς Σαβὰ καὶ Σαβὰ δῶρα προσάξουσι.» Πλὴν ἀλλὰ σημαίνει ἡ προφητεία διὰ τούτων τὰς κατὰ τὸ ἀνατολικὸν κλίμα βασιλείας καὶ τὰς πρὸς δυσμὰς ἡλίου δῶρα τῷ θεσπιζομένῳ προσοίσειν, οὕτω πως σημαινομένων τῶν ὑπὸ τὰς βασιλείας ἐθνῶν. Μήποτε δὲ καὶ βασιλεῖς οἱ τῶν ἐθνῶν προεστῶτες ἄγγελοι δηλοῦνται ἱερωμένοι τῷ Θεῷ καὶ δῶρα προσάγοντες αὐτῷ τὰς Ἐκκλησίας ὧν καθηγοῦνται ἐθνῶν; ∆ι' ὃ ἑξῆς προσκυνήσειν αὐτῷ πάντας τοὺς βασιλεῖς θεσπίζει. Οὐ γὰρ μόνον προσοίσειν αὐτῷ τὰ προλεχθέντα δῶρά φησιν, ἀλλὰ καὶ προσκυνήσειν 23.809 αὐτῷ. Ὃ δὴ καὶ Μωϋσῆς ἐν μεγάλῃ ᾠδῇ ἐδίδασκεν ὡδί πη περὶ Χριστοῦ λέγων· «Εὐφράνθητε, οὐρανοὶ, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Οὗτοι δῆτα οἱ βασιλεῖς, ἀφανεῖς καὶ ἀόρατοι τῶν ἐθνῶν ἄρχοντες, προσκυνήσαντες τὸν ἑαυτῶν Κύριον, τὰς ὑπ' αὐτοῖς ψυχὰς δῶρα προσῆγον αὐτῷ. ∆ιόπερ τούτοις ἑξῆς συνῆπται τό· «Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.» Σύμφωνον δ' ἂν εἴη τοῦτο τῷ φήσαντι λόγῳ· «Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ὃ δὴ καὶ πεπεῖσθαι χρὴ πληρωθήσεσθαι, ὅτ' ἂν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ μάλιστα κατὰ τὴν δευτέραν τοῦ Σωτῆρος ἡμῶν θεοφάνειαν. Τότε γοῦν πάντες οἱ βασιλεῖς προσκυνήσουσιν αὐτῷ, καὶ πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ. «Καὶ τοῦτο ἔσται τὸ πάντων τέλος, ὅτ' ἂν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅτ' ἂν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. ∆εῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ πόδας αὐτοῦ, ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.» «Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός.» Ἀντὶ τοῦ· «Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου,» ὁ Σύμμαχος· «Ὅτι ἐξελεῖται πένητα οἰμώζοντα.» Οὐ γὰρ ὡς ἤδη γεγενημένα, ἀλλ' ὡς μέλλοντα ἔσεσθαι ταῦτα θεσπίζει. Ὅρα δὲ ὁσάκις τοῦ πτωχοῦ μνημονεύει, πρῶτον εἰπών· «Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχοὺς ἐν κρίσει·» δεύτερον, «Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων·» καὶ νῦν πάλιν· «Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός·» καὶ αὖθις· «Φείσεται πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πενήτων σώσει.» Οἶμαι δὲ διὰ τούτων ἁπάντων πτωχοὺς καὶ πένητας καλεῖν τοὺς ἀποστόλους καὶ τοὺς μαθητὰς τοῦ Σωτῆρος ἡμῶν, οἳ, τὴν δι' αὐτὸν πτωχείαν α᾿̣ε̣̣̣φ̣τε̣, τὴν εἰς ἄκρον ἀρετῆς ἐλαύνουσαν κατώρθουν φιλοσοφίαν· δι' ὃ περὶ αὐτῶν Ἡσαΐας μὲν προανεφώνει λέγων· «Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.» Αὐτὸς δὲ ὁ Σωτὴρ, αὐτοῖς προσομιλῶν, ἔλεγε· «Μακάριοι οἱ πτωχοὶ, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Πάντα» οὖν «τὰ ἔθνη δουλεύσουσιν αὐτῷ, ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός.» Τὸ γὰρ, «ὅτι,» παρὰ πᾶσι τοῖς ἑρμηνευταῖς καὶ ἐν αὐτῇ τῇ Ἑβραϊκῇ γραφῇ κείμενον, αἰτιολογικὸν τυγχάνει, διδάσκον ὅπως πάντα τὰ ἔθνη δουλεύσειν ἤμελλε τῷ Σωτῆρι. Τοῦτο γὰρ, φησὶ, γενήσεται, «ἐπειδὴ ῥύσεται πτωχὸν ἐκ δυνάστου·» ὡς εἰ