284
σαφέστερον ἔλεγεν· Ὅτι τῶν ἀποστόλων αὐτοῦ τὸ τάγμα, τῶν δι' αὐτὸν πτωχῶν καὶ πενήτων, ῥύσεται ἀπὸ παντὸς δυνάστου. Πολλῶν γὰρ δυναστῶν ὁρατῶν τε καὶ ἀφανῶν ἀντικειμένων καὶ ἐπανισταμένων τούτοις αὐτοῖς τοῖς πτωχοῖς καὶ τοῖς πένησιν, αὐτὸς, ἀφανεῖ δυνάμει προασπίζων αὐτῶν, ἐκ πάντων αὐτοὺς ῥύσεται, πρὸς τὸ μὴ κωλυθῆναι τὴν δι' αὐτῶν ἐπιτελουμένην τοῦ εὐαγγελικοῦ κηρύγματος ὑπηρεσίαν. Καὶ τοῦτο πράξει συνὼν αὐτοῖς, καθ' ἣν ποιήσεται πρὸς αὐτοὺς ἐπαγγελίαν φήσας· «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Οὕτως οὖν καὶ ἐφείσατο πτωχοῦ καὶ πένητος, καὶ ψυ 23.812 χὰς πενήτων ἔσωσε· καὶ ταῦτα πάντα τοῖς αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις παρεῖχεν, ἵν' εἰς πᾶσαν τὴν γῆν ἐξέλθοι ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τούτων δὲ τῶν πτωχῶν καὶ τῶν πενήτων ἐκ τόκου καὶ ἐξ ἀδικίας ἐλυτρώσατο τὰς ψυχὰς, ὅπως μηδενὶ μηδὲν ὀφείλοιεν. Εἰ δὲ καί ποτε δεδανεισμένοι ὤφλησαν, ὥστε ἐνόχους αὐτοὺς γενέσθαι παλαιῶν ἁμαρτημάτων, ἀλλ' αὐτὸς, τὸ αἷμα τὸ τίμιον λύτρον ὑπὲρ αὐτῶν δοὺς, ἐλυτρώσατο τὰς ψυχὰς αὐτῶν· ὅθεν ὁ θεῖος Ἀπόστολος ἐδίδασκε λέγων· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.» Ἐπειδὴ γὰρ χρεῶσται ἦσαν καὶ ὀφειλέται τῆς Μωϋσέως νομοθεσίας, οὐκ ἐπλήρουν δὲ τὰ γεγραμμένα, εἶθ' ὑπὸ κατάραν ἦσαν, διὰ τὸ μὴ πάντα τὸν νόμον φυλάττειν. Γέγραπτο γάρ· «Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.» Εἰκότως ταύτης τῆς ἀρᾶς ἐλευθερώσας αὐτοὺς, ἐκ τόκου καὶ ἐξ ἀδικίας ἐλυτροῦτο αὐτοὺς, γινόμενος ὑπὲρ αὐτῶν κατάρα· καὶ τὸ τίμιον αὐτοῦ αἷμα ὑπὲρ αὐτῶν διδοὺς, καὶ οὕτω τιμίους ἑαυτῷ ἀπεργαζόμενος. ∆ιὸ λέλεκται ἑξῆς· «Καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ.» Ὅθεν ἀναγέγραπται εἰρηκὼς πρὸς αὐτούς· «Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ καὶ ἀγαλλιᾶσθε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς.» ∆ιὰ τί δὲ τὸ ὄνομα αὐτῶν ἔντιμον ἦν ἐνώπιον αὐτοῦ, ἀλλ' ἐπειδήπερ αὐτὸς καὶ τῶν ὀνομάτων αὐτοὺς ἠξίου, τὸν μὲν Σίμωνα Πέτρον ἀνειπὼν, τὸν δὲ Θωμᾶν ∆ίδυμον, τούς τε οἱοὺς Ζεβεδαίου Βοανεῖργες, ὅπερ ἑρμηνεύεται υἱοὶ βροντῆς; Ἀλλὰ καὶ κατὰ τὸ κοινὸν πάντων αὐτῶν ἔντιμον ὄνομα ἦν ἐνώπιον αὐτοῦ. Τοῦτο δὲ ἦν ὅπερ ἐπεσημήνατο ἡ τοῦ Εὐαγγελίου γραφὴ φήσασα· «Τούτους τοὺς δώδεκα ἐξελέξατο ὁ Ἰησοῦς, οὓς καὶ ἀποστόλους ὠνόμασεν.» Ἀντὶ δὲ τοῦ, «τὸ ὄνομα αὐτῶν,» τὸ αἷμα αὐτῶν, ἡ Ἑβραϊκὴ γραφὴ περιέχει· οὕτω δὲ καὶ οἱ λοιποὶ ἡρμήνευσαν· ὁ μὲν Ἀκύλας εἰπών· «Καὶ τιμηθήσεται τὸ αἷμα αὐτῶν ἐν ὀφθαλμοῖς αὐτοῦ·» ὁ δὲ Σύμμαχος· «Καὶ τίμιον ἔσται τὸ αἷμα αὐτῶν ἐνώπιον αὐτοῦ.» ∆ι' ὧν σαφῶς ᾐνίξατο τὸν θάνατον τῶν προλεχθέντων, ὧν ὁ καθεὶς ποικίλον ὑπέμεινε τὸ τοῦ μαρτυρίου τέλος, ἄλλος ἄλλως διὰ τὴν εἰς αὐτὸν μαρτυρίαν τὸν δι' αἵματος ὑπομείνας ἀγῶνα· ὥστ' εἰρῆσθαι περὶ αὐτῶν· «Τίμιος ἐνώπιον Κυρίοι ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.» Τούτῳ γὰρ ὅμοιον τυγχάνει καὶ τὸ μετὰ χεῖρας φάσκον· «Καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ.» «Καὶ ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντός.» ∆οκεῖ μοι ἐνταῦθα τὸ, «καὶ ζήσεται,» συνᾴδειν τῇ σωτηρίῳ φωνῇ φησάσῃ πρὸς τοὺς αὐτοῦ μαθητάς· «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Ἵνα γὰρ τὴν παραμονὴν καὶ τὴν παρατείνουσαν εἰς ἄπειρον ζωὴν τοῦ προφητευομένου παραστήσῃ, ἐπήγαγε τὸ, «καὶ ζήσεται.» Μακρᾶς γὰρ ἔδει ζωῆς εἰς κατόρθωσιν τῶν εἰρημένων. Εἰ γοῦν ὁ προφητευόμενος κρινεῖ 23.813 τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχοὺς αὐτοῦ ἐν κρίσει, καὶ ταπεινοῖ συκοφάντην, καὶ συμπαραμενεῖ τῷ ἡλίῳ, κατακυριεύσει τε ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης· εἰκότως