285
μακροβίου ζωῆς ἔδει αὐτῷ. Πῶς τε ὑποταγεῖεν αὐτῷ Αἰθίοπες καὶ βασιλεῖς Θαρσεῖς καὶ νῆσοι, προσκυνήσουσί τε αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, καὶ πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ; Τούτων γὰρ ἕνεκα πάντων διαρκοῦς αὐτῷ ζωῆς ἔδει. ∆ιὸ μετὰ ταῦτα πάντα καλῶς καὶ ἀναγκαίως ἐπενήνεκται τὸ, «καὶ ζήσεται·» τοῦτον δηλουμένης τὸν τρόπον τῆς τοῦ προφητευομένου ἀθανάτου καὶ αἰωνίου ζωῆς. Ἑξῆς δ' εἴρηται· «Καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.» Ἀντὶ δὲ τοῦ, «τῆς Ἀραβίας,» πάλιν ἡ Ἑβραϊκὴ γραφὴ τὸ «Σαβὰ» περιέχει· οἵ τε λοιποὶ ἑρμηνευταὶ τῇ ὁμοίᾳ κέχρηνται τῇ φωνῇ. Τροπικῶς μὲν οὖν εἴποι ἄν τις τὸ χρυσίον τοῦτο σημαίνειν τὸν ἐν ἀνθρώποις καθαρώτατον νοῦν. Καὶ κατὰ ἱστορίαν δὲ ἐπληροῦτο τὸ λόγιον, ὅτε οἱ ἐξ ἀνατολῆς μάγοι ἐλθόντες παῖδα ὄντα προσεκύνησαν τὸν Σωτῆρα, προσήνεγκάν τε αὐτῷ χρυσίον καὶ λίβανον καὶ σμύρναν. Μή ποτε δὲ καὶ τὸ, «ζήσεται,» εἰς ἐκεῖνον ἀναφέρεται τὸν χρόνον, καθ' ὃν Ἡρώδης, ἐπιβουλεύων νηπιάζοντι τῷ Ἰησοῦ, «πέμψας ἀνεῖλε πάντας τοὺς περὶ τὴν Βηθλεὲμ παῖδας ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.» Τότε γὰρ χρηματισθεὶς ὁ Ἰωσὴφ, παρέλαβε Μαρίαν τὴν γυναῖκα αὐτοῦ καὶ τὸ παιδίον, καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον. ∆ιὸ ταῦτα θεσπίζουσα ἡ παροῦσα προφητεία προὔλεγεν, ὅτι «ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας» τοῦ ἀπὸ Σαβά· ὡσεὶ σαφέστερον ἔλεγε «τοῦ ἐκλεκτοῦ.» Ἡ γὰρ Σαβὰ αὕτη καὶ τὸ Σαβαϊτῶν ἔθνος λέγεται εἶναι τῆς Ἀραβίας τῆς καλουμένης Εὐδαίμονος· ἐντεῦθέν τε ἱστορεῖται τῷ Σολομῶνι φέρεσθαι μετὰ τῶν ἄλλων καὶ χρυσίον ἐκλεκτόν. Καὶ ἄλλως δὲ αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν ἐν ταῖς ἐκκλησίαις Χριστοῦ μυρία κειμήλια ἀπὸ χρυσίου καθαροῦ εἰς αὐτοῦ τε τιμὴν ἀφιερούμενα. Εἰκότως οὖν οὐδὲ τὴν τούτων μνήμην παριδεῖν ἠξίωσεν ὁ λόγος. Ἐπιλέγει δὲ ἑξῆς· «Καὶ προσεύξονται περὶ αὐτοῦ διηνεκῶς, διὰ πάσης ἡμέρας ἕκαστος εὐλογήσει αὐτόν.» Οὐ δεῖ δὲ πολλῶν λόγων εἰς τὸ παραστῆσαι ὅπως πάντες οἱ εἰς τὸν Χριστὸν τοῦ Θεοῦ πεπιστευκότες ἀδιαλείπτους ἀναφέρουσιν εὐχὰς «περὶ αὐτοῦ,» ὡς ἂν ἔχοιεν αὐτὸν αἰεὶ συνόντα, καὶ βοηθὸν αὐτοῖς πᾶσι γιγνόμενον. Ὡς δὲ διὰ πάσης ἡμέρας ἕκαστος εὐλογεῖ αὐτὸν, τίς ἂν ἀμφιβάλλοι; Νύκτωρ γοῦν καὶ μεθ' ἡμέραν πλεῖον τῆς ἀναπνοῆς πᾶσα ψυχὴ τῶν εἰς αὐτὸν γνησίως πεπιστευκότων, τὴν προσηγορίαν αὐτοῦ τιμῶσα καὶ σέβουσα εὐλογεῖ αὐτὸν, πεπεισμένη εἰς ἑαυτὴν ἀντιστρέφειν τὴν εὐλογίαν, ἀκολούθως λογίῳ εἰς αὐτοῦ πρόσωπον Χριστοῦ φήσαντι· «Οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.» Ὅθεν καὶ αὔξει ὁσημέραι καὶ πληθύει τὸ Χριστιανῶν γένος, διὰ τὸ μετέχειν τῆς ἐκ Θεοῦ εὐλογίας, ἧς ἀπολαύει διὰ τὸ ἀδια 23.816 λείπτως τὸν Χριστὸν αὐτοῦ εὐλογεῖν ἀκολούθως τῇ μετὰ χεῖρας γραφῇ φασκούσῃ· «Ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν·» Καὶ τὸ τούτων αἴτιον παρίστησι λέγων· «Ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ' ἄκρου τῶν ὀρέων.» Οὕτω δὲ σημαίνει τὴν Ἐκκλησίαν αὐτοῦ τεθεμελιωμένην καὶ ἐστηριγμένην ἐπὶ τὴν ἀῤῥαγῆ τῆς αὐτοῦ δυνάμεως πέτραν, ἐπηρμένην δὲ καὶ ὑψωμένην, ὡς ἂν ἐπὶ ἄκρα ὀρέων κειμένην, προφητικῶν δηλαδὴ καὶ ἀποστολικῶν λόγων, οἷς ἡ Ἐκκλησία τοῦ Σωτῆρος ἡμῶν ἐποικοδομεῖται. «Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» Ὅπως ὑπερήρθη τοῦ προφητευομένου Σωτῆρος ἡμῶν ὁ καρπὸς ὑπὲρ τὸν Λίβανον νοήσεις τὰ περὶ τοῦ Λιβάνου ἐν προφητείαις λελεγμένα συναγαγών. Εἴρηται δὲ ἐν μὲν τῷ Ἡσαΐᾳ· «Ἰδοὺ δὴ Κύριος Σαβαὼθ συνταράσσει τοὺς εὐδόξους μετὰ ἰσχύος·» καὶ ἑξῆς· «Ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.» Λέλεκται δὲ καὶ ἐν Ζαχαρίᾳ· «∆ιάνοιξον, ὁ Λίβανος, τὰς πύλας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.» Εἴρηται δὲ καὶ ἐν κηʹ ψαλμῷ· «Συντρίψει τὰς κέδρους τοῦ Λιβάνου, καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον.» Ἐπιλύεται δὲ