286
ταύτας τὰς φωνὰς ἀσαφεῖς οὔσας ὁ παρὰ τῷ Ἐζεκιὴλ φάσκων λόγος· «Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ πλατὺς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἀπέκοψε τὰ ἁπαλὰ τῆς κέδρου·» οἷς ἑξῆς ἐπιλέγεται· «Ὅτε ἂν ἔλθῃ ὁ βασιλεὺς Βαβυλῶνος καὶ εἰσέλθῃ εἰς Ἱερουσαλὴμ, καὶ λήψεται τοὺς ἄρχοντας.» Σαφῶς γὰρ διὰ τούτων ἡ προφητεία τὸν μὲν ἀετὸν τὸν μέγαν τὸν μεγαλοπτέρυγον τὸν βασιλέα τῶν Βαβυλωνίων ἡρμήνευσε, τὸν δὲ Λίβανον τὴν Ἱερουσαλήμ. Ἐφαρμόσεις δὲ καὶ τὰ παρὰ τοῖς λοιποῖς προφήταις ὥσπερ Λιβάνου λελεγμένα τῇ Ἱερουσαλήμ. Ἀλλ' οὐδὲ τῶν ἐκ περιτομῆς τις ἀμφιβάλλοι ἂν μὴ οὐχὶ περὶ τῆς Ἱερουσαλὴμ αἰνίττεσθαι ὁμολογεῖν τὰ περὶ Λιβάνου λελεγμένα. «Ὑπεραρθήσεται» τοίνυν, τὸ παρὸν λόγιόν φησιν, «ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ,» δηλαδὴ τοῦ προφητευομένου Σωτῆρος. Καρπὸς δὲ αὐτοῦ τίς ἂν γένοιτο ἢ Ἐκκλησία αὐτοῦ ἡ καθ' ὅλης τῆς οἰκουμένης ἐστηριγμένη, περὶ ἧς ἐλέγετο· «Ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ' ἄκρον τῶν ὀρέων;» Αὕτη τοίνυν ὑπεραρθήσεσθαι ὑπὲρ τὸν Λίβανον προφητεύεται· εἰ γὰρ καὶ ἔδοξέ ποτε ὁ δηλωθεὶς Λίβανος, λέγω δὲ ἡ Ἱερουσαλὴμ, δοξάζεσθαι καὶ ἀνθεῖν, ἀλλ' ὑπερήρθη καὶ πολὺ κάλλιον ἐκείνης ἀσυγκρίτῳ ὑπεροχῇ τοῦ Σωτῆρος ἡμῶν ὁ καρπὸς, ἡ καθ' ὅλης δηλαδὴ τῆς οἰκουμένης Ἐκκλησία γέγονε. Τούτοις ἑξῆς τοὺς λαοὺς τοὺς κατὰ πᾶσαν πόλιν συγκροτουμένους καὶ τὰ πολλὰ πλήθη παρίστησι λέγων· «Καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» Τὸ δὲ, «ἐκ πόλεως,» εἴρηται, ἀντὶ τοῦ, καθ' ἑκάστην πόλιν καὶ κατὰ πάντα τόπον. Ἀλλὰ καὶ ἡ Ἐκκλησία αὐτοῦ πόλις ὠνόμασται τοῦ Θεοῦ διὰ τὴν ἐν αὐτῇ συνισταμένην νόμιμον καὶ εὐαγγελικὴν πολιτείαν. ∆ιὸ λέλεκται· «∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ·» καὶ πάλιν· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Ἐπεὶ τοίνυν ἡ 23.817 πόλις τοῦ Θεοῦ, ἀρδευομένη τῷ ἐν αὐτῇ πλημμύροντι ποταμῷ, λόγῳ, πολὺ πλῆθος προφέρει τῶν ἐν τῇ Ἐκκλησίᾳ συγκροτουμένων, εἰκότως ἐπιλέλεκται· «Καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» Προηγεῖτο μὲν οὖν τοῦ χόρτου δίκην ἐξανθοῦντος πλήθους ὁ προλελεγμένος καρπὸς αὐτοῦ, πολὺ βελτίων καὶ κρείττων τυγχάνων τοῦ χόρτου τῆς γῆς· διὸ προτέτακται τό· «Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ·» μετὰ δὲ τὸν καρπὸν τὸν ἐξαίρετον, τοὺς ἐν τῇ Ἐκκλησίᾳ δηλαδὴ καρποφοροῦντας, τὰ λοιπὰ πλήθη καταριθμεῖ διὰ τοῦ· «Καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» Εἶτ' ἐπὶ τούτοις λέγεται· «Ἔσται τὸ ὄνομα αὐτοῦ εἰς τοὺς αἰῶνας.» ∆ιαμένοντος δὲ καὶ διαιωνίζοντος τοῦ Χριστοῦ ὀνόματος, συμπαρεκτείνεσθαι καὶ τὸ Χριστιανῶν ὄνομα ἀκόλουθον ἂν εἴη. Τοῦτο δὲ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως ἦν· διὸ εἴρηται· «Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ.» Καὶ ἀνωτέρω δὲ ἐλέγετο συμπαραμένειν τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης εἰς γενεὰς γενεῶν. Ὅτι δὲ ταῦτα οὐ δυνατὸν θνητῇ ἐφαρμόσαι φύσει, φθάσαντες ἤδη παρεστήσαμεν. Μετὰ ταῦτα δὲ λέλεκται· «Καὶ ἐνευλογηθήσεται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.» Οἷς παραθήσεις τὸν φήσαντα πρὸς τὸν Ἀβραὰμ χρησμόν· «Καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς.» Καὶ θέα, ὅπως ἡ πρὸς τὸν Ἀβραὰμ ἐπαγγελία ἐφυλάττετο κατὰ χρόνους ἀνανεουμένη δι' ἑκάστου προφήτου. Τῷ μὲν γὰρ Ἀβραὰμ πρώτῳ λέλεκτο τό· «Εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς·» μετὰ δὲ ταῦτα ὁ Ἰακὼβ θεσπίζων περὶ τοῦ Χριστοῦ ἀναγέγραπται εἰρηκώς· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται· καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.» Καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις αὖθις εἴρηται διὰ τοῦ Βαλαάμ· «Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν.» Καὶ Μωϋσῆς δὲ τῶν ἐθνῶν ἐν ᾠδῇ μεγάλῃ μέμνητο λέγων· «Εὐφράνθητε, ἔθνη λαὸς αὐτοῦ· καὶ προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ.» Οὕτως οὖν καὶ ἐνταῦθα τὰ πρὸς τὸν