287
Ἀβραὰμ διὰ τοῦ χρησμοῦ τεθεσπισμένα ἐπαναλαμβάνει τὸ λόγιον διδάσκον οὐκ ἄλλως ἢ διὰ τοῦ Χριστοῦ πληρωθήσεσθαι, φάσκον· «Καὶ εὐλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.» Εἶθ' ἑξῆς φησι· «Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.» Πῶς δὲ μακαριοῦσιν αὐτὸν πάντα τὰ ἔθνη; διὰ τῆς ἐν αὐτοῖς μακαριότητος τὴν ἐξ αὐτοῦ χάριν παριστῶντα. «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος.» Εὐλογούμενα τὰ ἔθνη ἐν τῷ προφητευομένῳ κατὰ τὸ λόγιον τὸ φῆσαν· «Καὶ εὐλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη·» αὔξει τὴν κατὰ Θεὸν αὔξησιν, καὶ πληθύει, καὶ τῆς γῆς κατακυριεύει. ∆ιόπερ φησὶν ὁ θεῖος Ἀπόστολος· «Εὐλογητὸς ὁ Θεὸς ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ.» Οὕτω δὲ ἔχοντα, ἀντευλογεῖ τὸν τῆς εὐλογίας αὐτοῖς αἴτιον γεγενημένον. ∆ιὸ πρῶτον μὲν ἐμακάριζον αὐτὸν, εἶτα καὶ εὐλογεῖν διδάσκεται διὰ τοῦ λέγειν· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος.» Ἐπιτήρει δὲ, ὡς ἕκαστον μέρος τῆς 23.820 βίβλου τῶν Ψαλμῶν εἰς ὅμοιον καταλήγει τέλος. Τοῦ μὲν γὰρ πρώτου μέρους τελευταῖος ἦν ὁ μʹ, οὗ πρὸς τῷ τέλει ἐλέγετο· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο·» τοῦ δὲ δευτέρου τελευταῖος ἦν ὁ μετὰ χεῖρας ὁμοίως ἐπὶ τῷ τέλει λέγων· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος. Καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ,» καὶ τὰ ἑξῆς· τοῦ δὲ τρίτου μέρους τελευταῖος ὁ πηʹ τυγχάνει, οὗ τέλος· «Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.» Ὁμοίως δὲ καὶ τοῦ τετάρτου μέρους τελευταῖος μὲν ἔστιν ὁ ρεʹ, τέλος δὲ τούτου· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, καὶ ἐρεῖ πᾶς ὁ λαός· Γένοιτο, γένοιτο.» Τὸ δὲ πέμπτον μέρος εἰς τὸ «ἀλληλούϊα» καταλήγει, ἐν ᾧ καὶ πᾶσα περιγέγραπται ἡ βίβλος. Πλὴν ὁ παρὼν μετὰ τὴν προεκτεθεῖσαν περὶ τοῦ Χριστοῦ πρόῤῥησιν ἐπιφέρει τό· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ,» καὶ προστίθησι τὸ, «ὁ ποιῶν θαυμάσια μόνος.» Ποῖα δὲ θαυμάσια, ἢ τὰ προλεχθέντα ἐν οἷς ἦν τὸ καταβήσεσθαι αὐτὸν ἐπὶ πόκον ὡς ὑετὸν, καὶ τὸ ταπεινῶσαι συκοφάντην, καὶ τὸ συμπαραμενεῖν τῷ ἡλίῳ· καὶ τὸ ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνατελεῖν δικαιοσύνην, καὶ τὸ κατακυριεύσειν αὐτὸν ἀπὸ θαλάσσης ἕως θαλάσσης· τοὺς Αἰθίοπας προπίπτειν ἐνώπιον αὐτοῦ· δῶρά τε αὐτῷ προσαχθήσεσθαι ἐξ ἁπάντων τῶν ἐθνῶν· ἀλλὰ καὶ τὸ στήριγμα αὐτὸν ἐν τῇ γῇ γενήσεσθαι, καὶ τὸν καρπὸν αὐτοῦ ὑπὲρ τὸν Λίβανον ἀρθήσεσθαι, καὶ ὅσα ἄλλα τούτοις ἑξῆς κατηρίθμηται; ἐφ' οἷς πᾶσι διδασκόμεθα λέγειν· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος. Καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα.» Ὄνομα δὲ δόξης αὐτοῦ ἡ θεότης αὐτοῦ τυγχάνει· εἰ γὰρ τὸ ὑπὸ τῆς ἁγίας Παρθένου γεγενημένον ὀνόματος ἠξίωται τοῦ Ἰησοῦ κατὰ τὸν Γαβριὴλ φήσαντα πρὸς τὸν Ἰωσήφ· «Καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ·» ἀκόλουθόν ἐστι τὸ τῆς δόξης αὐτοῦ ὄνομα τὴν περὶ αὐτοῦ νοεῖσθαι θεολογίαν, δι' ἧς Θεὸς Λόγος καὶ μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς ἐπινενόηται· ὅθεν ἐπιλέγεται ἑξῆς· «Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.» Πάλαι μὲν γὰρ ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.» Καὶ ἐπεὶ μηδὲ Ἰουδαῖοι οἷς τοσαύτας ἐνεδείξατο θαυματουργίας παρεδέξαντο τὴν γνῶσιν αὐτοῦ, εἰκότως φησὶ πρὸς Μωϋσῆν· «Ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα·» καὶ ἐπιλέγει· «Ζῇ τὸ ὄνομά μου, ὅτι πληρωθήσεται τῆς δόξης μου πᾶσα ἡ γῆ.» Εἰ γὰρ καὶ τὰ μάλιστα οὗτοι, φησὶ, παρωθοῦνται τὴν ἐμὴν δόξαν, ἀλλὰ καιρῷ τινι πληρωθήσεται ἡ οἰκουμένη πᾶσα τῆς ἐμῆς δόξης. Ὃ δὴ καὶ τὸ παρὸν λόγιον διδάσκει φῆσαν· «Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.» Τοῦτο καὶ Ἡσαΐας παρίστη θεσπίζων τὰ σεραφεὶμ κυκλοῦντα τὸν Κύριον Σαβαὼθ βοῶντά τε καὶ λέγοντα·