288
«Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ· πλή 23.821 ρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.» Ἀλλὰ ταῦτα μὲν θεϊκῇ προγνώσει ἐθεσπίζετο πάλαι· ἔργοις δὲ ἐπληροῦτο πρότερον ἢ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τῷ τῶν ἀνθρώπων ἐπιλάμψαι γένει· ἰδοὺ γὰρ καθ' ἡμᾶς αὐτοὺς ἀνατέτραπται μὲν πᾶσα δαιμονικὴ πλάνη· πεπλήρωκε δὲ τὴν οἰκουμένην ἅπασαν ἡ Ἐκκλησία Χριστοῦ, τὸν Θεὸν Ἰσραὴλ ἐν πάσῃ τῇ γῇ δοξάζουσα. Καὶ ἐπειδήπερ ταῦτα τὸ Πνεῦμα τὸ ἅγιον προφητικῶς μέλλοντα ἔσεσθαι προανεφώνει, χορὸς ἀγγέλων ὑπακούει συνευχόμενος τῇ τῶν πραγμάτων τελειώσει, πιστούμενός τε αὐτὰ καὶ λέγων· «Γένοιτο, γένοιτο·» ἢ κατὰ τὸν Ἀκύλαν, «πεπιστωμένως, πεπιστωμένως,» ἢ κατὰ τὸν Σύμμαχον· «Ἀμὴν καὶ ἀμήν·» οἷς ἑξῆς ἐπιλέγεται· «Ἐξέλιπον ὕμνοι ∆αυῒδ τοῦ υἱοῦ Ἰεσσαί.» Ἀνθ'οὗ ὁ μὲν Σύμμαχος ἡρμήνευσεν· «Ἐπετελέσθησαν προσευχαὶ ∆αυῒδ υἱοῦ Ἰεσσαί·» ὁ δὲ Θεοδοτίων καὶ ἡ πέμπτη ἔκδοσις· «Ἀνεκεφαλαιώθησαν προσευχαὶ ∆αυῒδ υἱοῦ Ἰεσσαί.» Οἱ μὲν οὖν ἄπειροι τῆς ἀκριβείας τοῦ ἀναγνώσματος οὐχ ὡς μέρος τοῦ ὅλου ψαλμοῦ ἐξειλήφασι τὸ, «Ἐξέλιπον ὕμνοι ∆αυῒδ υἱοῦ Ἰεσσαί·» ἀλλ' ὡς ἔξωθεν τῆς προφητείας παραγεγραμμένον ἀνέγνωσαν. Αἱ δὲ λοιπαὶ ἑρμηνεῖαι καὶ ἡ Ἑβραϊκὴ γραφὴ σαφῶς παρίστησιν, ὅτι καὶ ταῦτα μέρος τυγχάνει τοῦ ὅλου ψαλμοῦ. Ἐπειδὴ γὰρ ∆αυῒδ ὁ βασιλεὺς ἐν προσευχαῖς ἐτίθετο ἀεὶ ἐπιλάμψαι τοῦ Σωτῆρος τὴν ἐκ σπέρματος αὐτοῦ προφωνουμένην γένεσιν· ταύτης δὲ εἰς ἔργα χωρούσης, ἔμελλε συμπληροῦσθαι πάντα τὰ προπεφητευμένα· εἰκότως μετὰ τὸ συμπέρασμα τῶν προλελεγμένων ἐπιλέγεται, ὡς ἄρα ἐπετελέσθησαν καὶ συνεπληρώθησαν διὰ τῶν προλελεγμένων αἱ τοῦ ∆αυῒδ προσευχαί. ∆ύναται δὲ τὸ, «ἐπετελέσθησαν ἢ ἐξέλιπον,» προφητικῶς λέγεσθαι εἰς μέλλοντα χρόνον· τῶν γὰρ προκατηριθμημένων ἕκαστον γενήσεται ἐπὰν καὶ ἐπιτελεσθῶσι καὶ συμπληρωθῶσιν αἱ προσευχαὶ ∆αυῒδ τοῦ υἱοῦ Ἰεσσαί. Εὐκαιρότατα δὲ διὰ τὸν προφητευόμενον Χριστὸν τοῦ Θεοῦ ἐμνημόνευσεν οὐχ ἁπλῶς «τοῦ ∆αυῒδ,» ἀλλὰ μετὰ προσθήκης «τοῦ υἱοῦ Ἰεσσαί·» ἵνα συνάψωμεν τῇ παρούσῃ γραφῇ τὴν Ἡσαΐου προφητείαν, δι' ἧς τὰ ὅμοια περὶ τοῦ Χριστοῦ θεσπίζεται ἐν οἷς εἴρηται· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν τὸ Πνεῦμα τοῦ Θεοῦ,» καὶ τὰ ἑξῆς· οἷς ἐπιλέγεται· «Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν.» Ὁρᾷς γὰρ ὅπως καὶ ἐνταῦθα διὰ τῆς ῥίζης Ἰεσσαὶ ἡ κλῆσις τῶν ἐθνῶν ἀναφωνεῖται· ὥστε μὴ μάτην μηδὲ τὴν προσθήκην τὴν «τοῦ υἱοῦ Ἰεσσαὶ» ἐν τῇ προκειμένῃ φέρεσθαι προφητείᾳ, Κατὰ καιρὸν δὲ ἐνταῦθα, Χριστοῦ βασιλείας καὶ κλήσεως ἐθνῶν εὐαγγελισθείσης, τὸ δεύτερον μέρος τῆς βίβλου τῶν Ψαλμῶν περιγράφεται, ἀρξάμενον μὲν ἀπὸ πρώτου καὶ τεσσαρακοστοῦ, καταλῆξαν δὲ εἰς τὸν μετὰ χεῖρας. ΤΩΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΩΝ ΤΟΥ ΑΣΑΦ ΨΑΛΜΩΝ ΑΙ ΠΕΡΙΟΧΑΙ. Αʹ. Οἱ τοῦ Ἀσὰφ ἐπιγεγραμμένοι εἰσὶ μὲν τὸν ἀριθμὸν 23.824 ιβʹ, τούτων δὲ εἷς ἀπεσχοίνισται τῆς τῶν προκειμένων ιαʹ συναφείας, κατατέτακται δὲ πρὸ τοῦ νʹ ψαλμοῦ. Ὁ γοῦν μθʹ ἐπιγέγραπται τοῦ Ἀσάφ· τὴν δὲ ὑποπεσοῦσαν ἡμῖν αἰτίαν τοὺς τόπους διηγούμενοι παρεθήκαμεν. Εἰσάγει δὲ ὁ μετὰ χεῖρας πρῶτος ὢν τοῦ Ἀσὰφ, τὸν προφήτην ὑπερθαυμάζοντα τὸ μακρόθυμον τοῦ παναγάθου Θεοῦ, καὶ τὴν ἐπὶ τοῖς ἀσεβέσιν ἀνεξικακίαν αὐτοῦ, τήν τε ἐνδιδομένην συγχώρησιν τοῖς ἁμαρτάνουσιν· ἣν ὑπερεκπληττόμενος, ἑαυτοῦ κατηγορεῖ ὡς ὀλιγοψυχοῦντος καὶ μικροῦ δεῖν σαλευθέντος, καὶ τῆς ψυχῆς τὰς βάσεις περιτραπέντος, δι' ἃς ἑώρα τῶν ἀσεβῶν καὶ ἀθέων ἀνδρῶν εὐπραγίας. Πλὴν ἀποδυσπετήσας ἐν τοῖς πρώτοις, προϊὼν τὴν