289
καταστροφὴν αὐτῶν θεσπίζει λέγων· Κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. Πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα; Ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν, καὶ τὰ τούτοις ἀκόλουθα. Βʹ. Ὁ δεύτερος ἐπὶ ποίαις περιστάσεσιν τὰ ἐν τῷ πρώτῳ λέλεκτο διδάσκει, ἀποδυρόμενος τῆς Ἱερουσαλὴμ τὴν ἐσχάτην πολιορκίαν, ἣν πέπονθεν ἐπὶ τῶν Ῥωμαϊκῶν χρόνων, σημαίνων τε τὴν ἐπανάστασιν τῶν τὸν τόπον πολιορκησάντων· ὃ δὴ παρίστησι φήσας· Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Οἷς ἑξῆς ἐπιλέγει· Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου· οἷς αὖθις ἐπιλέγει· Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν· οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι· τῷ γὰρ φάσκειν μηκέτι προφήτας γεγονέναι κατὰ τὴν δηλουμένην πολιορκίαν σημεῖον ἦν τῆς ὑστάτης αὐτῶν ἀποπτώσεως. Ἕπεται δὲ ταῦτα σφόδρα ἀκολούθως ταῖς διὰ τῶν ἔμπροσθεν περὶ τοῦ Χριστοῦ λεχθείσαις προῤῥήσεσιν. Ἐπειδὴ γὰρ ἐλθόντα αὐτὸν μὴ παρεδέξαντο, ἀναγκαίως τὴν ἐπελθοῦσαν αὐτοῖς ὀργὴν μετὰ τὰ κατ' αὐτοῦ τολμηθέντα αὐτοῖς θεσπίζει. Γʹ. Ὁ τρίτος τοῦ Ἀσὰφ εἰς τὸ τέλος παραπέμπει τὸν τοῖς προτέροις ἐντετυχηκότα, καὶ παραινεῖ μὴ διαφθεῖραι. Ἐπιγράφει τε πρὸς τούτοις, ὅτι καὶ ψαλμὸς εἴη καὶ ᾠδή· ἐπειδὴ περιέχει εὐχαριστίαν τῶν εἰς τὸν Χριστὸν πεπιστευκότων. Καὶ τὴν τοῦ Θεοῦ δικαιοκρισίαν παρίστησι διδάσκων ὅπως ἔστησεν ἡμέραν κρίσεως, ἐν ᾗ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ οὔτε οἱ κατὰ τὸν παρόντα βίον κακούμενοι τῆς παρὰ τῷ Θεῷ μελλούσης ἐλπίδος ἀποπεσοῦνται, οὔθ' οἱ κατὰ τὸν ἐνεστῶτα καιρὸν ἐπαρθέντες καὶ καταλαζονευσάμενοι τοῦ Χριστοῦ ἀτιμώρητον ἕξουσι τὸν μετὰ ταῦτα βίον. ∆ιὸ ἐκ προσώπου μὲν τῶν τοῦ Σωτῆρος ἡμῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν ἀναφωνεῖ τό· Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου· περὶ δὲ 23.825 τῶν τὰ κατὰ τοῦ Σωτῆρος ἡ μῶν τολμησάντων προΐων ἐπάγει τό· Εἶπα τοῖς παρανομοῦσι· Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε κέρας. Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν. Εἶθ' ἑξῆς ἐξ αὐτοῦ προσώπου τοῦ Χριστοῦ ἐπιφέρει τό· Ἐγὼ δὲ ἀπαγγελῶ εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ. Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου. ∆ʹ. Καὶ ὁ παρὼν ψαλμὸς λέλεκται Ἐν ὕμνοις· οὐ μόνον ἀλλὰ καὶ ᾠδὴ τυγχάνει ἀναπέμπουσα εἰς τὸ τέλος. ∆ιαγράφει δὲ τῶν μὲν ἀποστόλων τοῦ Σωτῆρος καὶ τῆς Ἐκκλησίας αὐτοῦ τὴν ἀσφάλειαν, αὐτοῦ δὲ τὴν ἐν εἰρήνῃ μονὴν καὶ στάσιν, καὶ τὴν ἐπὶ τῆς Ἰουδαίας παρουσίαν· καὶ ὡς ἡ ἀληθινὴ αὐτοῦ πόλις, καὶ τὸ Σιὼν ὄρος τὸ ἀληθινὸν αὐτοῦ οἰκητήριον πάντοτε εἰρηνεύεται, οὐδὲ πώποτε ἐχθροῖς ὑποχείριον γιγνόμενον. Ὃ δὴ σημαίνει λέγων· Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἐγενήθη εἰρήνη ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Εἶθ' ἑξῆς τῶν ἐχθρῶν αὐτοῦ καὶ τῶν τῆς Ἐκκλησίας αὐτοῦ πολεμίων τὴν πτῶσιν παρίστησιν ὧδε φάσκων· Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον· καὶ πάλιν· Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ. Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν. Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύσταξαν πάντες οἱ ἐπιβεβηκότες τοὺς ἵππους· οἷς ἐπισυνάπτει τὴν ἔνδοξον τοῦ Σωτῆρος παρουσίαν λέγων· Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ καταστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς βασιλεῖς τῆς γῆς. Εʹ. Καὶ ὁ μετὰ χεῖρας τοῦ μὲν Ἀσὰφ τυγχάνει, ὑπογράφει δὲ, Ὑπὲρ Ἰδιθούμ· περὶ οὗ προδιειλήφαμεν διὰ τῶν ἔμπροσθεν. Ἔοικεν δὲ ὑπὲρ τοῦ Ἰδιθοὺμ συντάττειν τοὺς λόγους, πολλὰ ὡς εἰκότως ἐφ' οἷς ἀκήκοεν περὶ τοῦ λαοῦ καταστενάζοντος,