290
λειποθυμοῦντός τε ἤδη καὶ μικροῦ δεῖν καὶ ἑαυτὸν ἀπογινώσκοντος διὰ τὰς τοῦ λαοῦ παρανομίας καὶ τὰ συμβησόμενα δι' αὐτὰς τῷ παντὶ ἔθνει. ∆ι' ὃ ἐν ἀρχῇ μὲν ὡς ἐκ προσώπου αὐτοῦ τίθησι τὸ, Φωνῇ μου πρὸς τὸν Θεὸν ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι· εἶθ' ἑξῆς τὴν γενομένην αὐτῷ ἀθυμίαν ὑποφαίνει λέγων· Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου, ἠδολέσχησε καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. Ἐταράχθην καὶ οὐκ ἐλάλησα. Καὶ ἐπιλέγει· Νύκτωρ μετὰ τῆς καρδίας μου ἠδολέσχουν καὶ ἔσκαλλον τὸ πνεῦμά μου. Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκρύψει ἀπὸ γενεᾶς εἰς γενεάν; ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; Ταῦτ' ἦν τὰ λυπήσαντα τὴν τοῦ Ἰδιθοὺμ ψυχήν. ∆ι' ὃ καλῶς ὠλιγοψυχηκέναι 23.828 ὡμολόγει. Ἀλλὰ τὸ θεῖον Πνεῦμα διὰ τοῦ προφήτου Ἀσὰφ ἑξῆς τὰ λυπηρὰ θεραπεύει ἐν οἷς φησι· Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου, ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ· καὶ αὖθις· Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, ἐταράχθησαν αἱ ἄβυσσοι· πλῆθος ἤχους ὕδατος· καὶ ἐπισφραγίζεται λέγων· Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ Ἀαρών. Ἀναγκαίως δὲ τούτων ὁ Ἀσὰφ ὑπέμνησετὸν Ἰδιθοὺμ, ὡς ἂν μηκέτι λέγοι· Ἠδολέσχησε καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου· πιστεύων δὲ τοῖς πάλαι ἐπὶ Μωϋσέως τοῦ Θεοῦ παραδόξοις ἔργοις, δι' ὧν ἐλυτρώσατο τὸν λαὸν, τὰ ὅμοια καὶ εἰς τὸν ἐπιόντα χρόνον ἐλπίζοι γενήσεσθαι. ςʹ. Ὁ ἕκτος οὐκέτι ψαλμὸς οὐδὲ ᾠδὴ οὐδὲ ὕμνος, οὐδὲ ἀναπέμπει εἰς τὸ τέλος. Ὅθεν οὐδὲν τούτων ἐπιγέγραπται· διεγείρει δὲ ἡμᾶς εἰς σύνεσιν τῶν ἐμφερομένων. ∆ιὰ τί δὲ μηδὲν τῶν προειρημένων ἡ προγραφὴ περιέχει, ἀλλ' ἐπειδήπερ ὁ πᾶς λόγος τοῦ Ἰουδαίων ἔθνους κατηγορεῖ, καταριθμούμενος αὐτῶν τὰ πάλαι ἀσεβήματα; Τοῦτο δὲ πράττει ὁ προφήτης εἰς ἀπολογίαν τῆς τοῦ Θεοῦ δικαιοκρισίας· μέλλων γὰρ θεσπίζειν τὰ συμβησόμενα τῷ ἔθνει πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας, ἀναγκαίως διδάσκει, ὅτι μὴ ἐπὶ μικροῖς ἀσεβήμασι ταῦτα πείσονται. ∆ιόπερ καταριθμεῖται ὁσάκις ἥμαρτε καὶ ὁσάκις ἤνεγκεν αὐτοὺς ἡ τοῦ Θεοῦ μακροθυμία, καὶ ὡς ὕστερον πληρώσαντας αὐτοὺς τὸ μέτρον τῶν ἀσεβημάτων δικαιότατα μετῆλθεν ἡ ἐκ Θεοῦ ὀργή. Ἵν' οὖν ταῦτα γνῶμεν, ἀναγκαίως ἐπιγράφει, Συνέσεως τῷ Ἀσὰφ, καὶ προϊὼν ἑξῆς ἀνακεφαλαιοῦται αὐτῶν πάσας τὰς παρανομίας. Ζʹ. Ἐπιτεμόμενος τὸ πλῆθος τῶν ἀσεβημάτων τοῦ Ἰουδαίων ἔθνους, καὶ ὥσπερ ἐν στήλῃ τὰς κατ' αὐτῶν κατηγορίας ἐντυπώσας, ἀκολούθως διὰ τῶν προκειμένων τὴν γενομένην κατ' αὐτῶν ἐπανάστασιν κατὰ τοὺς χρόνους Ἀντιόχου τοῦ τῆς Συρίας βασιλέως θεσπίζει. Ὁ ἐπελθὼν τοῖς Ἱεροσολύμοις, οὐ καθαιρεῖ μὲν, βεβηλοῖ δὲ τὸ ἱερὸν, εἰδωλολατρεῖν ἐπαναγκάσας τὸ ἔθνος. Τούτων δὲ τὴν ἱστορίαν ἡ τῶν ἐπιγεγραμμένων Μακκαβαίων βίβλος περιέχει· ἐν ᾗ καὶ τὰ πλήθη τῶν ἀνῃρημένων, οἵ τε τρόποι τῶν ὑπὸ εὐσεβείας μεμαρτυρηκότων παρ' αὐτοῖς ἀνεγράφησαν. ∆ιὸ τὸ προφητικὸν Πνεῦμα ἔντευξιν ὑπὲρ τοῦ παντὸς ἀναπέμπει λαοῦ φάσκον· Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον. Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Ταῦτα γὰρ ἦν σεμνολογήματα τοῦ ἔθνους· διὸ σὺν παῤῥησίᾳ πολλῇ λέλεκτο. Ἀλλ' οὐ τοιαῦτα ἦν τὰ ἐν τῷ γʹ καὶ οʹ, δι' οὗ ἐλέγετο· Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Ἐν 23.829 ἐκείνοις γὰρ τὴν εἰς τέλος ἀποβολὴν τοῦ ἔθνους ἐδήλου, καὶ τὴν ἐσχάτην τῆς Ἱερουσαλὴμ ἀπόπτωσιν. Καὶ ἐν ἐκείνῳ μὲν οὐκ ἐμφέρεται χρηστὸν τέλος οὐδὲ ἐπαγγελία τις θεραπεύουσα τὰ λελεγμένα· ἐν δὲ τῷ παρόντι μετὰ τὰ