291
σκυθρωπὰ ἐπισυνάπτει τῷ τέλει τοῦ παντὸς λόγου· Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν, τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, Κύριε. Ἡμεῖς δὲ, λαός σου καὶ πρόβατα νομῆς σου, ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα. Εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου. Αὗται γὰρ σαφῶς δικαίων τυγχάνουσι φωναί. Ηʹ. Ἡ ὀγδόη προφητεία τοῦ Ἀσὰφ πολλὰ σημαίνει κατὰ τὸ αὐτὸ διὰ τῆς προγραφῆς· ἔστι γὰρ, εἰς τὸ τέλος, καὶ, ὑπὲρ τῶν ἀλλοιωθησομένων, καὶ, ψαλμός· πρὸς τούτοις ἅπασιν ἐπιτετήρηται ὡς καὶ μαρτύριον εἴη μόνος οὗτος τῶν ἐν πάσῃ τῇ βίβλῳ φερομένων οὕτως ἐπιγεγραμμένος. Εἰς μὲν οὖν τὸ τέλος ἀναπέμπει διὰ τὸ θεσπίζειν τὸ μέλλον· ὑπὲρ δὲ τῶν ἀλλοιωθησομένων, διὰ τὴν μεταβολὴν τῶν διὰ τῆς προφητείας δηλουμένων· μαρτύριον δὲ εἴρηται διὰ τὸ μαρτύρεσθαι περὶ τοῦ ἐν αὐτῷ προαναφωνουμένου ἀνδρὸς καὶ τοῦ καλουμένου Υἱοῦ ἀνθρώπου. Υἱὸν γάρ τινα ἀνθρώπου εἰσάγει καὶ ἄνδρα δεξιᾶς τοῦ Θεοῦ τοῦτον ὀνομάζει. Πρῶτον μὲν οὖν τοῦ Ἰουδαίων ἔθνους τὴν ἀπὸ Αἰγύπτου πορείαν καὶ τὴν ἐπὶ τῆς Παλαιστινῶν γῆς οἴκησιν παρίστησιν ἐν ἀλληγορίας τρόπῳ φάσκων· Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτὴν, καὶ τὰ τούτοις ἀκόλουθα· εἶτα δηλοῖ τὴν ἐσομένην ἐρημίαν αὐτῶν φάσκων· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; Καὶ περὶ τῶν πολιορκησάντων δὲ διδάσκει λέγων· Ἐλυμῄνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. ∆ι' ὧν δύο πολιορκητὰς ἔσεσθαι τοῦ ἔθνους σημαίνει· ὃ δὴ γέγονε μὲν καὶ κατὰ τοὺς τῶν Βαβυλωνίων χρόνους· πρῶτος γὰρ ὁ Ἀσσύριος ἐπελθὼν τὰς δέκα φυλὰς τοῦ Ἰσραὴλ αἰχμαλώτους ἀπήγαγεν· εἶτα μετὰ τοῦτον ὁ Βαβυλώνιος τοὺς ὑπολοίπους ἐχειρώσατο, τὴν Ἱερουσαλὴμ σὺν τῷ ναῷ πυρπολήσας. Ὃ δὴ θεσπίζει φάσκων ὁ λόγος· Ἐμπεπυρισμένη ἐν πυρὶ καὶ ἀνεσκαμμένη· γέγονε δὲ καὶ ἐπὶ τῆς Ῥωμαίων βασιλείας, πρῶτον μὲν πολιορκήσαντος αὐτοὺς Τίτου τοῦ καὶ τὸ ἱερὸν πυρπολήσαντος μετὰ τὰ τολμηθέντα αὐτοῖς κατὰ τοῦ Σωτῆρος ἡμῶν· ἔπειτα Ἀδριανοῦ τοῦ τὴν πόλιν αὐτὴν ἄβατον Ἰουδαίοις εἶναι νομοθετήσαντος. Ἀλλ' ἐπειδὴ ταῦτα περὶ τῆς πολιορκίας ἐθέσπισε τοῦ ἔθνους, προϊὼν περὶ τῆς σωτηρίου θεοφανείας εὐχὴν ἀναπέμπει λέγων· Γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ Υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ. Παρακαλεῖ δὲ ἐν τούτοις τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ Θεοῦ ὀφθῆναι ἐπὶ γῆς. ∆ι' αὐτοῦ γὰρ, φησὶν, ἡμεῖς οἱ παραδεξάμενοι αὐτὸν οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ἀλλὰ καὶ ζωώσεις ἡμᾶς δι' αὐτοῦ· δι' ὃ καὶ ἱκετεύομεν λέγοντες· Κύριε τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, διὰ τοῦ δηλωθέντος ἀνδρὸς, καὶ σωθησόμεθα.Θʹ. Σφόδρα ἀκολούθως τοῖς προλεχθεῖσιν ἡ μετὰ χεῖρας προφητεία ὑπὲρ τῶν ληνῶν προγέγραπται, καὶ εἰς τὸ τέλος ἀναπέμπει. Ληνοὺς δὲ διὰ τούτων ὀνομάζει τὰς καθ' ὅλης τῆς οἰκουμένης Ἐκκλησίας τοῦ Θεοῦ, ἐν οἷς ὁ τρυγητὸς τῆς ἁγίας ἀμπέλου συνῆκται. Παραδόξως δὲ προγέγραπται, ὑπὲρ τῶν ληνῶν, μετὰ τὸν ἀφανισμὸν τῆς προτέρας ἀμπέλου. Ἐκείνης γὰρ λυμανθείσης ὑπὸ τοῦ ἀγρίου συὸς, τοῦ τε φραγμοῦ αὐτῆς καθαιρεθέντος, ἐνταῦθα πολλῶν ληνῶν καὶ οὐκέτι μιᾶς ὁ λόγος μνημονεύει. Ληνὸν δὲ μίαν τὴν πρώτην ἐδήλου καὶ ὁ Ἡσαΐας λέγων· Καὶ ᾠκοδόμησα πύργον, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, δηλαδὴ τῷ ἀμπελῶνι. Ἀλλ' ἐπεὶ τὴν πτῶσιν ἐδήλου τοῦ προτέρου πύργου, καὶ τὸν ἀφανισμὸν τοῦ προληνίου, τήν τε τοῦ παντὸς ἀμπελῶνος ἐρημίαν ἐν ἐκείνοις· εἰκότως διὰ τοῦ παρόντος τῶν ἐθνῶν ἁπάντων τὴν κλῆσιν εὐαγγελίζεται, ὑπὲρ τῶν ληνῶν ἐπιγράψας τὴν προφητείαν. ∆ιὸ ἐπὶ χαρὰν καὶ εὐφροσύνην προκαλεῖται τοὺς εὐαγγελιζομένους φάσκων· Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν· ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Λάβετε ψαλμὸν, καὶ δότε τύμπανον,