292
ψαλτήριον τερπνὸν μετὰ κιθάρας. Ταῦτα μὲν οὖν τοῖς ἀξίοις τοῦ Εὐαγγελίου, τοῖς τὰς ληνοὺς ἀπὸ τῶν οἰκείων καρπῶν πληροῦσι. Περὶ δὲ τοῦ Ἰουδαίων ἔθνους σαφῶς ἐπιλέγει· Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῆς καρδίας αὐτῶν. Πολλῆς δὲ ἔχεται ἀκολουθίας ταῦτα πρὸς τὴν ἔμπροσθεν προφητείαν. Ὡς γὰρ ἐκεῖ τῆς ἀμπέλου τὸν ἀφανισμὸν ἐδήλου, οὕτω καὶ ἐνταῦθα τῶν αὐτῶν τὸ ἀπειθὲς καὶ ἀνήκοον ἐλέγχει· καὶ ὡς ἐν ἐκείνῳ ἄνδρα δεξιᾶς τοῦ Θεοῦ εἰσήγαγε, καὶ Υἱὸν ἀνθρώπου κεκραταιωμένον, οὕτω διὰ τῶν προκειμένων τὴν ὑπὲρ τῶν ληνῶν συνῆψε προφητείαν, δηλαδὴ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ ἃς ὁ Υἱὸς τοῦ ἀνθρώπου συνεστήσατο. Ιʹ. Θεοὺς εἰσάγει καὶ Θεὸν ἐν μέσῳ θεῶν διακρίνοντα τοὺς ὠνομασμένους θεοὺς ἐν τούτοις ὁ Ἀσὰφ ἀναγκαίως· ἐπειδὴ γὰρ διὰ τῶν ἔμπροσθεν τοῦ παντὸς Ἰουδαίων ἔθνους κατηγόρει, ἀκολούθως ἐπὶ τοῦ παρόντος τοὺς παρ' αὐτοῖς ἄρχοντας ἰδίως ἐλέγχει. Εἶτ' ἐπειδὴ τὸν Χριστὸν τοῦ Θεοῦ ἐν τῷ πρὸ τούτου ἄνδρα ὠνόμασε δεξιᾶς αὐτοῦ καὶ Υἱὸν ἀνθρώπου κεκραταιωμένον, τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν σημήνας, ἵνα μή τις αὐτὸν ψιλὸν ὑπολάβοι ἄνδρα καὶ τοῖς πολλοῖς ὅμοιον, θεολογεῖ αὐτὸν ἐν τοῖς μετὰ χεῖρας φήσας· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν. Καὶ ὅπως μὴ ταραχθείη τις εἰς τὸν περὶ μοναρχίας λόγον, Θεὸν ἀκούων τὸν Χριστὸν τοῦ Θεοῦ, εἰκότως καὶ πλείονας θεοὺς ὀνομάζει τοὺς διὰ τῶν ἑξῆς κατηγορουμένους, μονονουχὶ παρακελευόμενος μὴ ἀποκνεῖν καὶ τὸν Υἱὸν Θεοῦ Θεὸν ἀποκαλεῖν. Εἰ γὰρ οἱ διαβαλλόμενοι τοῦ ἔθνους ἄρχοντες θεοὶ ἠξιώθησαν ὀνομασθῆναι, ποῖος ἂν γένοιτο κίνδυνος τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ Θεοῦ καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου τὸν κεκραταιωμένον Θεὸν ὁμολογεῖν; Εἶτ' ἐπὶ τέλει τοῦ παντὸς ὁ Προφήτης εὐχὴν ἀναπέμπει ὑπὲρ τῆς τῶν ἐθνῶν κλήσεως φάσκων· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν. Ἔοικε δὲ τούτῳ ἀκόλουθος εἶναι ὁ μθʹ ψαλμὸς, ἐν ᾧ καὶ αὐτῷ λέλεκτο· Θεὸς θεῶν Κύριος ἐλάλησε. Καὶ ἐν ἀμφοτέροις δ' οὖν Θεὸς θεῶν εἰσῆκται· καὶ πάλιν ἐν ἀμφοτέροις κρίνων ἀναγέγραπται. Καὶ ἐν μὲν τῷ παρόντι λέλεκται· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν· ἐν δὲ τῷ μθʹ σφόδρα τούτοις ἀκολούθως ὅπως ἀναστὰς κρίνει τὴν γῆν ὑπογράφει ὁ λόγος φάσκων· Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· καὶ ἑξῆς· Ὁ Θεὸς ἐμφανῶς ἥξει, καὶ οὐ παρασιωπήσεται. Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ τὰ ἑξῆς· δι' ὧν ὅπως μέλλει κρίνειν διεξέρχεται. Καὶ ἐπειδήπερ ἐν τῷ μετὰ χεῖρας λέλεκται· Ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν· εἰκότως ἐν τῷ μθʹ τοὺς παρὰ Μωϋσεῖ περὶ θυσιῶν ἀνατρέπει νόμους, ἕτερον τρόπον παραδιδοὺς λογικῆς θυσίας, τὸν καθ' ὅλης τῆς οἰκουμένης ἐν πᾶσι τοῖς ἔθνεσιν ἐπιτελούμενον· δι' ὃ λέλεκται· Ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν. ΙΑʹ. Ὁ παρὼν λόγος, τελευταῖος ὢν τοῦ Ἀσὰφ, ἱκετηρίαν περιέχει καὶ παράκλησιν ὑπὲρ τοῦ λαοῦ σφόδρ' ἀκολούθως. Ἐπειδὴ γὰρ ἐν τοῖς πρώτοις ἐθέσπισε τὴν ἐσχάτην τοῦ τόπου πολιορκίαν, εἶτ' ἀναδραμὼν τῷ χρόνῳ δευτέραν τὴν ὑπ' Ἀντιόχου γενομένην ἔταξεν, εἶτ' ἐπὶ ταύτης τρίτης ἐμνημόνευσε τῆς προαγούσης τοῖς χρόνοις, λέγω δὲ τῆς κατὰ τῶν Ἀσσυρίων καὶ Βαβυλωνίων ἀρχῆς· ἀκολούθως διὰ τῶν προκειμένων δέησιν καὶ ἱκετηρίαν ἀναπέμπει ὑπὲρ τῆς τοῖς χρόνοις πρώτης πολιορκίας, καθ' ἣν πάντες οἱ περίοικοι τῆς Ἰουδαίας δεξιὰς τοῖς Ἀσσυρίοις κατ' αὐτῶν ὤρεξαν. Ὃ δὴ σημαίνει λέγων· Τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἀγαρηνοὶ, Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ,ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον. Καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ' αὐτῶν, ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. Οἷς ἑξῆς τὸ καταληψόμενον αὐτοὺς ὑπογράφει τέλος