293
φάσκων· Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχὸν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου, ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμὸν, ὡσεὶ φλὸξ κατακαύσει ὄρη, καὶ τὰ ἐπιφερόμενα. Ἔνθα γενόμενος ἀναγκαίως ἐπιτηρήσεις, ὡς ὅπου μέμνηται τοῦ Ἀσσοὺρ, οὗτοι δὲ ἦσαν οἱ Ἀσσύριοι, καὶ τῶν προλεχθέντων ἐθνῶν τὴν κατ' αὐτῶν ποιεῖται δέησιν, καὶ τὴν καταστροφὴν αὐτῶν ἑξῆς θεσπίζει· καὶ ἐν τῷ οηʹ ὁμοίως, ἐν ᾧ τὰ κατὰ Ἀντίοχον προανεφώνει, ὃς Ἑλληνίζειν καὶ παραβαίνειν τὰ πάτρια ἠνάγκαζεν Ἰουδαίους. Πάλιν γὰρ κἀκεῖ τὴν καταστροφὴν τῶν πολεμίων προὔλεγεν. Οὐκέτι δὲ καὶ ἐν τῷ ογʹ, καθ' ὃν ἡ ἐσχάτη αὐτῶν ἐδηλοῦτο ἀποβολή. Οὗτοι μὲν οὖν οἱ συνημμένοι τοῦ Ἀσὰφ ιαʹ. Ὁ δὲ 23.836 ιβʹ πρὸ τοῦ νʹ ψαλμοῦ κατατέτακται δι' ἣν ἀποδεδώκαμεν αἰτίαν τοὺς τόπους διηγούμενοι. Ἀλλὰ γὰρ μετὰ τὴν τούτων ἐπιτομὴν φέρ' ἐπαναλαβόντες τὸν πρῶτον, τὴν κατὰ μέρος αὐτοῦ διάνοιαν ἐπιθεωρήσωμεν. ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ. ΟΒʹ. Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεὸς, τοῖς εὐθέσι τῇ καρδίᾳ! Τὸ τρίτον μέρος τῆς βίβλου τῶν Ψαλμῶν ἄρχεται μὲν ἀπὸ τοῦ παρόντος, περαιοῦται δὲ εἰς τὸν πηʹ, ὡς τοὺς πάντας περιέχειν ψαλμοὺς ἑπτὰ καὶ δέκα· ὧν ἐφεξῆς ιαʹ τυγχάνουσι τοῦ Ἀσάφ· εἶτα τῶν υἱῶν Κορὲ δʹ, καὶ τοῦ ∆αυῒδ εἷς, καὶ Αἰθὰν τοῦ Ἐσδραίτου τελευταῖος. Ὁ μέντοι μετὰ χεῖρας τοῦ Ἀσὰφ (προφήτης δὲ ἦν οὗτος συγχρονίσας τῷ ∆αυῒδ), Ψαλμὸς μὲν ἐπιγέγραπται, διὰ τὸ περιέχειν ἐπὶ τέλει τῶν λόγων τῶν μὲν ἀσεβῶν τὴν καταστροφὴν, τῶν δ' εὐσεβῶν τὸ παρὰ τῷ Θεῷ τεταμιευμένον ἀγαθὸν τέλος· ἃ δὴ παρίστη λέγων· Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστιν· ἄρχεται δ' ἀπὸ δογματικῆς διδασκαλίας, δι' ἧς αἰτίαν ἀποδίδωσι τῆς τῶν ἀσεβῶν κατά τινας καιροὺς εὐπραγίας· τὸ γὰρ ἀγαθὸν εἶναι καὶ μακρόθυμον τὸν Θεὸν, τοῦτό φησιν ὑπάρχειν αἴτιον. Ὃ δὴ διδάσκει καὶ ὁ θεῖος Ἀπόστολος λέγων· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; καὶ ἀλλαχοῦ δὲ εἴρηται· Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἀγαθὸς καὶ μακρόθυμος μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν Ὡς ἀγαθὸς γοῦν ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχει ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Ἔνθεν καὶ ὁ Σωτὴρ ὅρον περὶ τοῦ Πατρὸς ἐξήνεγκεν εἰπών· Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Κἂν ἐξετάζῃς περὶ τοῦ Υἱοῦ, μαθήσῃ ὅπως ἐστὶ καὶ αὐτὸς ἀγαθός· ἐπείπερ ἀπαύγασμά ἐστι φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Πατρὸς ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. Τοιοῦτος μὲν οὖν ὁ Θεὸς πέφυκεν· ἔγνωσται δὲ οὐ πᾶσιν, ἀλλὰ μόνῳ τῷ Ἰσραὴλ, τῷ διορατικῷ δηλαδὴ καὶ γνωστικῷ ἀνδρὶ, ὃν δὴ παρίστησι συνάπτων ἑξῆς καὶ λέγων, τοῖς εὐθέσι τῇ καρδίᾳ. Ὁ γὰρ μηδὲν σκολιὸν κεκτημένος ἐν τῇ ἑαυτοῦ ψυχῇ, λογισμοῖς δὲ ὀρθοῖς ἐπιβάλλων τοῖς τῆς προνοίας λόγοις, αὐτὸς ἂν εἴη ὁ Ἰσραὴλ, ᾧ καὶ ἔγνωσται ἀγαθὸς ὢν ὁ Θεὸς δι' ὑπερβολήν τε ἀγαθότητος πάντων ἀνεχόμενος. Ἀλλ' ὁ μὲν Θεὸς τοιοῦτος. Ἐγὼ δὲ, ἄνθρωπος φιλαλήθης εἶναι θέλων, τὴν ἐμαυτοῦ διηγοῦμαι τῆς ψυχῆς νωθρίαν. Μικροῦ γὰρ δεῖν τὴν ἐμαυτοῦ στάσιν καὶ βάσιν, καὶ, ὡς ἂν εἴποι τις μεταφορικῶς, τοὺς τῆς ψυχῆς πόδας καὶ τὰ ἐρείσματα παρετράπην ἐκ τῆς εἰς τὸν Θεὸν ἐλπίδος διὰ τὰς τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν εὐπραγίας. Ἀλλὰ παρὰ μικρὸν μὲν τοῦτ' ἔπαθον· διὰ δὲ τὴν τοῦ Θεοῦ χάριν οὐκ ἐσαλεύθην, οὐδὲ κατεκράτησέ μου ὁ προλεχθεὶς λογισμός· ἢ γὰρ ἂν ἀπωλόμην, καὶ πάντα μου τὰ διαβήματα κέχυτο· παρ' ὀλίγον γὰρ ἐξεχύθη τὰ 23.837 διαβήματά μου, οὐ μὴν ἐξεχύθη. Νοήσεις δὲ ὅπως ἐκχεῖται ψυχῆς διαβήματα, ἐπιστήσας, ὡς ἤδη τινὲς, προκόψαντες ἐν ἀσκήσει θεοσεβείας, ἐν