294
σωφροσύνῃ τε καὶ ἁγνείᾳ διαλάμψαντες μακροῖς χρόνοις, ὕστερόν ποτε ὑπεσύρησαν χαυνότερον βιώσαντες καὶ ὀλισθήσαντες, ἢ παντελῶς ἐκπεσόντες τοῦ σκοποῦ, καὶ ὥσπερ ναυάγιον παθόντες τῶν πάλαι συνηγμένων αὐτοῖς ἀγαθῶν πράξεων. Τούτων γὰρ οὐκ ἂν ἁμάρτοις εἰπὼν τοὺς πόδας τῆς ψυχῆς σεσαλεῦσθαι· οὐ μὴν ἀλλὰ καὶ ὅλους πεπτωκέναι, τά τε διαβήματα αὐτῶν καὶ τὰς κατὰ Θεὸν πορείας τὴν ἐν μακρῷ χρόνῳ προκοπὴν ἀποῤῥεῦσαι καὶ ἐκκεχῦσθαι. Ἀλλὰ ταῦτα μὲν παρὰ μικρὸν, φησὶν, ἔπαθον, οὐ μὴν πέπονθα διὰ τὸ τοῦ Θεοῦ ἔλεος. Πλὴν ἤμελλόν γε ταῦτα πάσχειν διὰ ζῆλον ὃν ἐζήλουν ἐπὶ τοῖς ἀνόμοις ὁρῶν τὴν εἰρήνην αὐτῶν καὶ τὴν ἐν πλούτῳ καὶ τρυφῇ, ἔν τε ἀρχαῖς καὶ ἀξιώμασιν εὐημερίαν. Εἰς ταῦτα γὰρ ἀφορῶν διεπριόμην, ὡς μικροῦ δεῖν κινδυνεῦσαι περιπεσεῖν ἀθέοις λογισμοῖς· οἷς οὐ περιπέπτωκα δόγμασιν ὀρθοῖς θεραπευόμενος, τοῖς ὑπομιμνήσκουσιν ἀγαθὸν εἶναι τὸν Θεὸν καὶ ἀνεξίκακον καὶ μακρόθυμον. ∆ιόπερ ἐκπληττόμενος αὐτοῦ καὶ ἀποθαυμάζων τὴν ὑπερβολὴν τῆς ἀγαθότητος, εἶπον ἀρχόμενος τοῦ λόγου· Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεὸς, τοῖς εὐθέσι τῇ καρδίᾳ. Ἀντὶ δὲ τοῦ· Ὡς ἀγαθὸς, ὁ Σύμμαχος· Πλὴν ὄντως, φησὶν, ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραὴλ, τοῖς καθαροῖς τὴν καρδίαν. Παρέστησε γάρ τίς εἴη ὁ Ἰσραὴλ, ἐπισυνάψας καὶ εἰπὼν, τοῖς καθαροῖς τὴν καρδίαν. Οὗτοι γάρ εἰσιν ὁ ἀληθινὸς Ἰσραήλ· διὸ ἐλέγετο καὶ ὑπὸ τοῦ Σωτῆρος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· καὶ ὁ Ἰσραὴλ δὲ ὁρῶν τὸν Θεὸν ἑρμηνεύεται. Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. ∆ιὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος. Ὡς ἐν ἱστορίᾳ διεξέρχεται τὰ ταράξαντα αὐτοῦ τὴν ψυχὴν, ἵνα γνῶμεν, ὅτι μὴ ἐπὶ μικροῖς ἐσαλεύθησαν αὐτοῦ οἱ πόδες παρ' ὀλίγον· μηδὲ ἐπὶ τοῖς τυχοῦσιν ἤμελλον ἑαυτοῦ ἐκχεῖσθαι τὰ διαβήματα. Τίνα δὲ ἦν ταῦτα; Οἱ ἀσεβεῖς καὶ τὸν Θεὸν οὐκ εἰδότες, οὕτω, φησὶν, ἐν εὐσταθείᾳ βίου καὶ θυμηδίαις διῆγον, καὶ μέχρις ἐσχάτης τελευτῆς τοσαύτης ἀπήλαυον τρυφῆς, ὡς καὶ πάνθ' ὁντινοῦν εὔξασθαι τῶν ἴσων αὐτοῖς τυχεῖν, ζηλῶσαί τε αὐτῶν οὐ μόνον τὴν ζωὴν, ἀλλὰ καὶ τὸν θάνατον, ὃν οὐδὲ παραιτήσασθαι ἐξῆν οὐδὲ ἀπευκτὸν ἡγήσασθαι. Οὕτως οὐκ ἦν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν. Ἀλλὰ καὶ εἰ συνέβη ποτὲ μάστιγι καὶ πληγῇ, τουτέστι περιστάσει καὶ συμφορᾷ περιπεσεῖν αὐτῶν τινα, ἢ ἐν νόσοις ἐξετασθῆναι καὶ ζημίαις, οὐκ ἦν στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Οὐ γὰρ στερεά τις ἦν καὶ ἐπίμονος ἡ κατ' αὐτῶν πληγή· βραχεῖα δέ τις καὶ ἐξ ἐπιπολῆς παρατρέχουσα. Οὐδὲ ἐν κόποις δὲ ἀνθρώπων ἐξητάζοντο, γεωπονοῦντες καὶ τὴν τροφὴν ἀπὸ χειρῶν ποριζόμενοι, πενίᾳ τε κατατρυχόμενοι· τοὐναντίον δὲ πλούτῳ περιῤῥεόμενοι καθηδυπάθουν ἐντρυφῶντες, καὶ μηδὲν ὅμοιον πάσχοντες τοῖς λοιποῖς ἀνθρώποις τοῖς μαστιζομένοις ἑκάστης ἡμέρας δι' ἐπιπόνου καὶ μοχθηροῦ βίου. ∆ιὸ ἐν κόπῳ ἀνθρώπων οὐκ εἰσὶ, 23.840 καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Ὁ δὲ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ὅτι οὐκ ἐνεθυμοῦντο, περὶ θανάτου· στερεὰ γὰρ ἦν τὰ πρόπυλα αὐτῶν· καὶ ἑξῆς· Ἐν ταλαιπωρίᾳ, φησὶν, ἀνδρὸς οὐκ ἐγένοντο, οὐδὲ μετὰ ἀνθρώπων ἐπλήσσοντο. Ἐπεὶ οὖν ἐν τοιούτοις ἦσαν, διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία. ∆έον γὰρ ἀσεβεῖς ὄντας, ὅσον ἐν ἀνθρωπίνοις λογισμοῖς, τἀπίχειρα πάσχειν τοῖς ἀσεβήμασιν· οἱ δὲ κατενετρύφων τοῦ βίου θεομαχοῦντες. ∆ι' ὃ ἐπιτριβόμενοι χείρους ἑαυτῶν ἐγίγνοντο, καὶ περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν· ἀνθ' οὗ ὁ Σύμμαχος· Ὑπερηφανίαν, φησὶν, ἠμφιώσαντο, ἀποθήκας ἐξ ἀδικίας ἔχοντες. Ἔτι μὴν πρὸς τούτοις· Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν· οὗ δὴ σαφεστέραν ὁ Σύμμαχος ἀπέδωκε τὴν διάνοιαν εἰπών· Προέπιπτον ἀπὸ λιπαρότητος οἱ ὀφθαλμοὶ αὐτῶν· καὶ ὁ Ἀκύλας δὲ ὁμοίως ἡρμήνευσε φήσας· Ἐξῆλθον ἀπὸ στέατος