295
ὀφθαλμοὶ αὐτῶν. Εἶτ' ἐπὶ τούτοις· ∆ιήλθοσαν, φησὶν, εἰς διάθεσιν καρδίας, διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ· ἃ καὶ αὐτὰ ὁ Σύμμαχος ἡρμήνευσεν οὕτω· Παρέβαινον τὰ φαινόμενα τῇ καρδίᾳ καταμωκώμενοι. Καὶ γὰρ αὐτὰ τὰ τοῖς πάντων ὀφθαλμοῖς ὁρώμενα ἔργα τοῦ Θεοῦ, καὶ τὰ προφανῆ τῆς Προνοίας θαύματα παρέβαινον οὗτοι, νοοῦντες μὲν καὶ συνιέντες αὐτὰ, καταμωκώμενοι δὲ καὶ χλευάζοντες δι' ὑπερβολὴν ἀπονοίας. Ἔτι μὴν ἐλάλησαν ἐν πονηρίᾳ, καὶ ἀδικίαν εἰς τὸ ὕψος ἐφθέγγοντο. Ἔθεντό τε εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς. Καὶ ταῦτα δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἐλάλουν ἐν πολλῇ συκοφαντίᾳ, τοῦ ὕψους κατελάλουν. Ἔτασσον εἰς οὐρανὸν τὸ στόμα αὐτῶν· ἡ δὲ γλῶσσα αὐτῶν περιπατήματα ἐν τῇ γῇ. Βλάσφημα γὰρ προφερόμενοι ῥήματα κατὰ τοῦ Θεοῦ, ὡς μήτε ὁρῶντος μήτε ἐπισκοποῦντος, μήτε μὴν ὅλον ὑπάρχοντος, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν, καὶ μέχρι τοῦ οὐρανοῦ ἐξέτεινον ἑαυτῶν τὸ στόμα· καὶ ταῦτα ταπεινοὶ ὄντες καὶ τὴν γλῶσσαν ἐπὶ τῆς γῆς ἔχοντες. Ταῦτ' ἦν δι' ἃ ὡμολόγουν τὸ ἐμαυτοῦ πάθος, κατ' ἐμαυτοῦ στηλιτεύων ἔγγραφον κατηγορίαν, καὶ ὅτι παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες μου, καὶ παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν. ∆ιὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς. Τὰ μὲν ἄθεα τῶν ἀσεβῶν ῥήματα καὶ ἡ κρατήσασα αὐτῶν ὑπερηφανία τοιαύτη τις ἦν οἵα δεδήλωται. Χρὴ δὲ μὴ ἀγνοεῖν, ὡς αὐτὰ ταῦτα πρὸς ἀγαθοῦ γεγένηται τῷ ἐμῷ λαῷ. Εἰ γὰρ καὶ τὰ μάλιστα πρός τινα καιρὸν αὐτοῖς ἐκείνοις τοῖς ἀσεβέσιν ὁ ἐμὸς λαὸς παρεδόθη εἰς ἔκπραξιν ἁμαρτημάτων, ἀλλ' ἡ ὑπερβολὴ τῆς τῶν προλεχθέντων ἀπονοίας, πτῶσιν αὐτοῖς ἐργασαμένη καὶ ὀλέθρου γενομένη αὐτοῖς αἰτία, ἄνεσιν καὶ ἀναπνοὴν τῷ ἐμῷ παρέξει λαῷ. Ἐκπεσόντων γὰρ ἐκείνων καὶ ἀπολομένων διὰ τὰς οἰκείας ἀσεβείας, ὁ λαός μου ἐπιστρέψει ἐνταῦθα, τουτέστιν ἐν τῷ παρόντι βίῳ· καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς, δηλαδὴ τοῖς ἐν τῷ ἐμῷ λαῷ ἀξίοις. Πλήρεις δὲ ἡμέραι εἰσὶν αἱ παντὸς ἀγαθοῦ πεπληρωμέναι, καὶ 23.841 τὸν οἰκεῖον χρόνον τῆς ζωῆς ἀποπληροῦσαι. Οὕτω λέλεκταί που, ὅτι Ἐκοιμήθη πλήρης ἡμερῶν. Ὁ μὲν οὖν ἐμὸς λαὸς ἐκ τούτων ὠφέληται· οἵ γε μὴν προλεχθέντες ἀσεβεῖς καὶ ἄθεοι οὕτως ἠσέβουν, ὡς τοὺς ὁρῶντας ἀμηχανεῖν καὶ λέγειν· Πῶς ἔγνω ὁ Θεὸς, καὶ εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ; εἰ γάρ ἐστιν ἐν τῷ Ὑψίστῳ γνῶσις, καὶ εἰ ταῦτα ἐφορᾷ, καὶ τοὺς ἐπὶ γῆς ἐπισκοπεῖ, πῶς οὗτοι τοιαῦτα δρῶντες εὐθηνοῦσιν, καὶ εἰς τὸν αἰῶνα κατέσχον πλούτου; Κἀγὼ δὲ, ταῦτα θεωρῶν, ἐθορυβούμην τοῖς λογισμοῖς, ὡς πρὸς ἐμαυτὸν ἐννοεῖν· Μήποτε ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου, καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας; Εἰ γὰρ τοῖς μὴ ταῦτα πεποιηκόσι τοσαύτη πάρεστιν εὐθυμία, εἰς μάταιον ἄρα ἐγὼ κοπιῶ, καὶ περιττῶς ἐσπούδακα δικαιοσύνης ἐπιμελόμενος· εἰκῆ δὲ καὶ μάτην ἐφύλαξά μου τὰς χεῖρας καὶ τὰς πράξεις ἐξ ἀδίκων ἔργων· εἰκῆ καὶ νηστείαις καὶ κακοπαθείαις κατατρύχων ἐμαυτὸν καὶ μαστίζων πᾶσαν ἡμέραν διετέλεσα· εἰκῆ καὶ μάτην ἐπόνουν, ἅμα τῇ ἕῳ ἀνιστάμενος καὶ ἐξαγορεύων ἐν ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς τὰς ἐμαυτοῦ ἁμαρτίας ἀποκλαόμενός τε καὶ τοὺς κατ' ἐμαυτοῦ προφέρων ἐλέγχους ἐν ταῖς πρὸς τὸν Θεὸν ἐξομολογήσεσι. Ταῦτ' ἦν ἃ ἐνθυμούμενος, παρὰ μικρὸν ἐσαλευόμην. Ἀντὶ δὲ τούτων ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἴσως οὖν κἀγὼ μάτην ἐκάθαρα τὴν ψυχήν μου, καὶ ἐνιπτόμην ἐν ἀναμαρτησίᾳ τὰς χεῖράς μου, καὶ διετέλεσα μυκτηριζόμενος καθ' ἑκάστην ἡμέραν, καὶ ἐλεγχόμενος καθ' ἕκαστον ὄρθρον. Εἰ ἔλεγον, ∆ιηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυντέθεικα. Καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο, κόπος ἐστὶν ἐνώπιόν μου· ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ