296
εἰς τὰ ἔσχατα αὐτῶν. Τὰ προλεχθέντα ἐν τοῖς ἐμαυτοῦ λογισμοῖς ἐνεθυμήθην αὐτὸ μόνον, ἐφ' οἷς καὶ ἐκινδύνευον σάλον παθεῖν, οὐ μὴν καὶ ἐξηγόρευον εἰς ἑτέρους. Εἰ γὰρ κρίνας οὕτω φρονεῖν τὴν ἄθεον ταύτην διδασκαλίαν προέφερον εἰς ἑτέρους· παραβάτης ἂν ἐγενόμην τῶν εὐσεβῶν δογμάτων, καὶ τὰς συνθήκας ἂν παρῆλθον τῆς γενεᾶς τῶν σῶν τέκνων. Τέκνα γάρ σου τοῦ Θεοῦ πάντες γεγόνασιν οἱ ἅγιοι καὶ θεοφιλεῖς ἄνδρες. Γενεὰ δὲ αὐτῶν ἡ ἐξ αὐτῶν διαδοχὴ τῶν ἁγίων, ὧν τὰ μαθήματα καὶ τὰ δόγματα παρεχάραξα ἂν, εἰ προέφερον εἰς ἑτέρους τοὺς προλεχθέντας ἐμαυτοῦ λογισμούς. Ἀλλὰ καὶ εἰ παρεῖχον ἐμαυτὸν τοῦ γνῶναι τὰς αἰτίας, δι' ἃς οἱ ἁμαρτωλοὶ εὔθυμοι διατελοῦσι καὶ εἰς τὸν αἰῶνα κατέσχον πλούτου, οἱ δὲ δίκαιοι ταπεινοῦνται· οὐδὲ οὕτω κατέλαβον ἂν τὰς ἀποῤῥήτους περὶ τούτων κρίσεις, κόπους δὲ μόνους ἐμαυτῷ συνῆγον, εἰς ἀπορίαν ἐμπίπτων καὶ εἰς ψυχῆς κάματον. ∆ιό φησι· Καὶ εἰ ὑπέλαβον τοῦ γνῶναι τοῦτο, κόπος ἐστὶν ἐνώπιόν μου· ἢ κατὰ τὸν Σύμμαχον, Καὶ εἰ ἐλογιζόμην ἐπιγνῶναι τοῦτο, μόχθος ἐφαίνετό μοι. ∆ιόπερ ὁρῶν ἀκατάληπτον οὖσαν ἀνθρώποις τὴν τούτων γνῶσιν, εὐσεβεῖ χρώμενος λογισμῷ, διενοούμην παρ' ἐμαυτῷ κρεῖττον εἶναι ἐπέχειν καὶ ἐκδέχεσθαι τὸν ἐπιτήδειον τῆς 23.844 τούτων γνώσεως καιρόν. Οὗτος δὲ ἦν, Ἕως εἰσέλθω εἰς ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν· ἢ κατὰ τὸν Σύμμαχον, Ἕως εἰσέλθω εἰς τὰ ἁγιάσματα τοῦ Θεοῦ, συνετισθῶ τὰ ἔσχατα αὐτῶν. Ταύτην δὲ καλὴν ἐμαυτῷ καταφυγὴν εὑρὼν τῆς τῶν ἀπορουμένων λύσεως, τὴν ἀπαλλαγὴν δηλαδὴ τοῦ θνητοῦ βίου, καὶ τὴν εἴσοδον τὴν ἐπὶ τὰς ἐπαγγελίας τοῦ Θεοῦ, θεραπείας ἐτύγχανον καὶ παραμυθίας· εὖ εἰδὼς, ὡς ἐκεῖσε γενόμενος, συναισθήσομαι τοὺς λόγους τῶν ἐζητημένων, γνώσομαί τε τὰ ἔσχατα τῶν ἀσεβῶν. Μὴ γὰρ προσήκει εἰς τὸν παρόντα μόνον ἀποβλέπειν βίον καὶ εἰς τὴν παροῦσαν αὐτῶν τρυφὴν, ἀλλὰ καὶ εἰς τὰ ἔσχατα αὐτῶν ἀφορᾷν. Πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά· κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. Πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα; ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν ὡσεὶ ἐνύπνιον ἐξεγειρομένων. Τρισὶ λογισμοῖς ἐπιβαλὼν περὶ τῶν ἐζητημένων, τὸν μὲν ἑώρων ἀσεβῆ καὶ ἄθεον τὸν λέγοντα· Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου· τὸν δὲ τῆς τούτων καταλήψεως, πεπληρωμένον κόπου καὶ πόνου διὰ τὰ βάθη τοῦ πλούτου τῆς γνώσεως τοῦ Θεοῦ, καὶ διὰ τὸ ἀνεξερεύνητα εἶναι τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνιάστους τὰς ὁδοὺς αὐτοῦ· ἐπὶ τὸν τρίτον οὖν ἔστην κρίνας ἐπέχειν μὲν τέως, περιμένειν δὲ καὶ ἀφορᾷν εἰς τὸ πάντων τέλος. Τούτῳ δ' ἐμπιστεύσας ἐμαυτὸν τῷ λογισμῷ εὐσεβεῖ ὄντι καὶ ἀληθεῖ, ἐξ αὐτῆς ὠνάμην τῆς πίστεως. Ἔγνων γὰρ ἐξ ὑποβολῆς τοῦ προφητικοῦ Πνεύματος, ὡς διὰ τὰς δολιότητας αὐτῶν καταβαλεῖ αὐτοὺς οὐκ εἰς μακρὸν ὁ Θεὸς, μετὰ τὸ ἐπαρθῆναι καὶ ὑψωθῆναι. Εἶτα φωτισθεὶς, καὶ τὴν πτῶσιν αὐτῶν τὴν ἐπὶ τέλει καταληψομένην αὐτοὺς προφητικῇ δυνάμει συνιδὼν, εἰκότως φημί· Πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα; ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν, γεγόνασί τε ὡσεὶ ἐνύπνιον ἐξεγηγερμένου. Ἕως μὲν γάρ τις φαντάζεται ὀνειρώττων ἐν τοῖς ὕπνοις, δοκεῖ τι πράττειν ἀπατώμενος τῇ τοῦ ἐνυπνίου φαντασίᾳ· ἐπειδὰν δὲ διεγερθῇ τὸν ὕπνον ἀποτριψάμενος, οἴχεται αὐτῷ τὰ τῆς φαντασίας. Οὕτω δὲ καὶ τῶν ἀσεβῶν ἡ τοῦ παρόντος βίου δοκοῦσα εὐπραγεία καὶ ὁ πλοῦτος καὶ ἡ ὑπερηφανία ὅμοιον ἕξει τὸ τέλος τοῖς ὀνειρώττουσι καὶ ἐνυπνιαζομένοις, ἔπειτα διεγρηγοροῦσι καὶ μηδενὸς ὧν ἐδόκουν ὁρᾷν τε καὶ κατέχειν ταῖς χερσὶν ἐπειλημμένοις. Κατὰ δὲ τὸν Σύμμαχον, ἀντὶ τοῦ, Πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς, τοῦτον εἴρηκε τὸν τρόπον· Ὄντως ἐν ὀλίσθῳ ἔταξας αὐτοὺς, κατέβαλες αὐτοὺς εἰς ἀφανισμούς· ἐξαίφνης ἐξέλιπον, ἀνηλώθησαν ὡς οὐχ ὑπάρξαντες, ὡς ὄνειρον ἐξυπνίσαντι. Εἰς δὲ τὸ, ἐξαίφνης, καὶ τὸ, ἐξάπινα, παραθήσεις τὴν σωτήριον φωνὴν τὴν