297
λέγουσαν· Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ καὶ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται· καὶ πάλιν· Ἥξει ὁ Κύριος αὐτοῦ ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει. Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουθενήσεις. Ἀνωτέρω μὲν ἔλεγεν, Ἕως εἰσέλθω εἰς 23.845 τὸ ἁγιαστήριον τοῦ Θεοῦ· νῦν δὲ τί ποτ' ἦν τὸ ἁγιαστήριον διδάσκει λέγων· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Ἔνθεν εἰκότως ὁ θεῖος Ἀπόστολος, πόλιν οὐράνιον Θεοῦ εἰδὼς ἔλεγεν· Προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ· καὶ πάλιν· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστί. Ταύτην οὖν καὶ ὁ παρὼν Προφήτης τὴν πόλιν τοῦ Θεοῦ σημαίνει λέγων· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Εἰ μὲν γὰρ ἦσαν, φησὶ, φυλάξαντες τὴν σὴν εἰκόνα, εἰκότως καὶ τῆς σῆς πόλεως κατηξιοῦντο· ἐπεὶ δὲ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς, ἀναλόγως τε τῇ ἑαυτοῦ κακίᾳ ἑαυτὸν μετεμόρφωσεν εἰς ἀγρίου θηρὸς τρόπον τε, γέγονέ τε ἵππος θηλυμανὴς, ἢ λύκος ἁρπακτικὸς, ἢ ὄφις καὶ γέννημα ἐχιδνῶν, ἢ ἄλλο τι τούτοις παραπλήσιον· τούτου χάριν ὥσπερ κίβδηλον νόμισμα τὴν τοιαύτην εἰκόνα τῆς ἑαυτοῦ πόλεως ἀποῤῥίπτει ὁ Θεὸς, ἐξουδενῶν αὐτὴν, οὐδὲ ἀξίαν κρίνων τῶν ἐν τῇ πόλει αὐτοῦ μονῶν. Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρί· δι' ὃ λέλεκται· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουθενήσεις. Τοῦτο μὲν οὖν προφητικῶς ὁ Ἀσὰφ ἀπεφθέγξατο, ὥσπερ ἐπιθειάσας, καὶ τὸ μέλλον πεφωτισμένοις ψυχῆς ὀφθαλμοῖς τεθεαμένος. Τὴν δὲ αἰτίαν δι' ἣν ἐφωτίσθη τὴν πόλιν τοῦ Θεοῦ συνιδεῖν, παρίστησι λέγων ἑξῆς· Ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν. Ἐπειδὴ γὰρ ζηλῶν ἐζήλωσα τῷ Κυρίῳ κατὰ τὸν προφήτην Ἡλίαν, ἐξειλκόμην τε τοῖς λογισμοῖς ὁρῶν ἀσεβεῖς εὐθυμουμένους· ἀλλὰ καὶ ἐπυρούμην τοὺς νεφροὺς καὶ τὰ βάθη τὰ κρύφια τῆς ἐμαυτοῦ ψυχῆς· δι' ὃ καὶ ἔλεγον, Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν· τούτου χάριν ἠξιώθην φωτισθῆναι ὑπὸ τοῦ Πνεύματος καὶ τὴν πόλιν ἰδεῖν τοῦ Θεοῦ, τούς τε ἀξίους αὐτῆς καὶ τοὺς μή. Ἀντὶ δὲ τοῦ, Ἐξεκαύθη ἡ καρδία μου, ὁ Σύμμαχος, Συνεστέλλετο, φησὶν, ἡ καρδία μου, καὶ ἐντὸς τῶν νεφρῶν μου διελεγόμην ἀντιλέγων. Εἶθ' ἑξῆς εἴρηται· Καὶ ἐγὼ ἐξουθενημένος, καὶ οὐκ ἔγνων· ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπὼν, Ἤμην δὲ ἀνεπιστήμων καὶ μὴ εἰδώς· καὶ πάλιν· Κτηνώδης ἐγενήθην παρὰ σοί· ἢ κατὰ τὸν Σύμμαχον, Κτηνωδῶς διετέλεσα παρὰ σοί. Καὶ ἐγὼ, φησὶν, διαπαντὸς μετὰ σοῦ· κατὰ δὲ τὸν Σύμμαχον, Καὶ συνήμην σοι διαπαντός. Εἰ γὰρ καὶ τὰ μάλιστα οὐ συνείην πρὶν φωτισθῆναι καὶ γνῶναι τὰ περὶ τῆς σῆς πόλεως λελεγμένα, καὶ τὰ περὶ τῆς εἰκόνος τῶν ἀσεβῶν· καὶ εἰ δίκην ἀλόγου κτήνους διετέλεσα πρότερον ἀνοηταίνων, καὶ μὴ δυνάμενος ἐπιβαλεῖν τοῖς τῆς σῆς προνοίας λόγοις· ὅμως οὐκ ἀπελιμπανόμην σου τοῦ Θεοῦ, οὐδὲ ἐξέπιπτον τῆς ἐπὶ σὲ ἐλπίδος, συνήμην δέ σοι διαπαντός· καὶ τοῦτ' ἔπραττον οὐκ ἐξ ἐμαυτοῦ δυνάμεως, ἀλλ' ἐκ τῆς σῆς χάριτος. Σὺ γὰρ αὐτὸς τῇ σαυτοῦ φιλανθρωπίᾳ, τῆς ἐμῆς δεξιᾶς χειρὸς ἐπιλαβόμενος, συνεῖχες καὶ διεκράτεις πρὸς τὸ μὴ δια 23.848 χεῖσθαί μου τὰ διαβήματα, μηδὲ τοὺς πόδας μου σαλεύεσθαι τῆς παρὰ σοὶ στάσεως. ∆ιό φημι· Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου. Εἶχον γὰρ καλὴν δεξιὰν, ἐῤῥωμένην καὶ πατρικὴν, τὰ δεξιὰ πάντα καὶ τά σοι ἀρεστὰ πράττουσαν· δι' ὃ ἐπιλαβόμενος αὐτῆς, τῇ βουλῇ σου ὡδήγησάς με· ἢ κατὰ τὸν Σύμμαχον, τῇ συμβουλίᾳ σου ὡδήγησάς με, τὸν θνητὸν διαπορθμεύων βίον, καὶ εἰς εὔδιον καὶ ἀσφαλῆ λιμένα τῆς παρὰ σοὶ ἀναπαύσεως χειραγωγῶν με· ὡς, εἴ γε μὴ τῆς δεξιᾶς τῆς ἐμῆς κεκρατήκεις, πάλαι ἂν, ὥσπερ ὑπὸ χειμάῤῥου κατασύροντος περιτραπεὶς τοὺς τῆς ψυχῆς πόδας, πτώματι περιέπιπτον ἐξαισίῳ. Νῦν δὲ σὺ αὐτὸς ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με. Καὶ τέλος μετὰ τοὺς