300
ἐφορᾷν καὶ ἐπισκοπεῖν τὸ Ἰουδαίων ἔθνος τὸ παρέχειν αὐτοῖς προφήτας· ἐπεὶ καὶ ὅτε κακῶς ἔπραττον, ὥσπερ ἰατροὺς καὶ σωτῆρας αὐτοῖς τοὺς προφήτας ἐφίστη. Οὕτω γοῦν ἐπὶ τῆς πρώτης πολιορκίας τὸν μέγαν τοῦ Θεοῦ προφήτην Ἱερεμίαν εἶχον, καὶ τὸν Βαρούχ· ἀλλὰ καὶ γυνή τις Ὀλδᾶ τοὔνομα κατὰ τοὺς αὐτοὺς ἐπροφήτευε χρόνους· ἐν αὐτῇ τε τῇ Βαβυλωνίων χώρᾳ συνῆν αὐτοῖς Ἐζεκιὴλ καὶ ∆ανιὴλ ἐπίσημοι καὶ διαφανεῖς προφῆται· καὶ μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον κατὰ τοὺς Κύρου καὶ ∆αρείου χρόνους, Ζαχαρίας καὶ Ἀγγαῖος προφῆται ἐγνωρίζοντο. Πῶς οὖν οἷόν τε ἦν ἐφαρμόζειν τοῖς τότε χρόνοις τὴν παροῦσαν προφητείαν φάσκουσαν· Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, καὶ οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι; Ἀλλὰ γὰρ ταῦτα τέλους ἐτύγχανε μετὰ τὴν σωτήριον 23.853 Παρουσίαν καὶ τὰς προλεχθείσας αὐτοῦ φωνὰς, μεθ' ἃς οὐκ εἰς μακρὸν ἐπιστάντες Ῥωμαῖοι τὸν τόπον ἠφάνισαν. Ὃ δὴ καὶ αὐτὸς ἐδήλου θεσπίζων τὸ μέλλον ὁ Σωτὴρ διὰ παραβολῆς τῆς οὕτως ἐχούσης· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ· καὶ ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους· οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν. Πάλιν ἀπέστειλεν ἑτέρους· οἱ δὲ, πρὸς τὸ μὴ θελῆσαι ἀπαντῆσαι, ἔτι καὶ διαλαβόντες τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτειναν. Οἷς ἐπιλέγει· Ὁ δὲ βασιλεὺς, ἀκούσας, ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ, ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε. Ταῦτα ὁ Σωτὴρ ἐν αὐτῷ τῷ ἱερῷ ἔτι τότε συνεστῶτι ἀναγέγραπται εἰρηκώς· ἃ καὶ ἐπληροῦτο οὐκ εἰς μακρὸν, Οὐεσπασιανοῦ καὶ Τίτου πολιορκησάντων τὸν τόπον· καθ' οὓς προφητῶν οὐδεὶς γεγονὼς ἱστορεῖται γενέσθαι κατὰ τούτους. Τοιγαροῦν πολιορκίαν ὁ μετὰ χεῖρας παρίστησι λόγος· διό φησιν ἀρχόμενος· Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; Ἔστι δὲ ἐκ τούτων τὴν ἀρετὴν ἀποθαυμάσαι τῆς θεοπνεύστου Γραφῆς, ὡς τὰ μακροῖς ὕστερον πραχθέντα χρόνοις προγνώσει θείᾳ προείληφε. Τὸ δὲ, Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, εἴρηται, ἐπειδὴ πολλάκις ἀσεβείαις καὶ πλημμελείαις τὸ Ἰουδαίων ἔθνος ὑποπίπτον παρεδίδοτο τοῖς περιοίκοις ἀλλοφύλοις ἔθνεσι· καὶ ποτὲ μὲν αὐτοὺς Μωαβῖται ἐχειροῦντο, ποτὲ δὲ Ἀμμανῖται, καὶ ἄλλοτε δὲ Μαδιηναῖοι. Εἶτ' ἐπιστρέφων αὐτοὺς ἀνελάμβανεν ὁ Θεός· καὶ μετὰ ταῦτα πάλιν παρανομοῦντας παρεδίδου πολεμίοις ἑτέροις, καὶ αὖθις ἀνεκτᾶτο· οὐδέποτε δὲ αὐτοὺς ἀπωθεῖτο εἰς τέλος, πρὸς βραχὺν δέ τινα καιρὸν ἐπιστρέφων ἐνῆγεν εἰς σωτηρίαν. Μετὰ δὲ τὸ κατὰ τοῦ Σωτῆρος τολμηθὲν αὐτοῖς ἄγος ἔφθασεν εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος, κατὰ τὴν ἀποστολικὴν Γραφὴν, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο μηκέτ' ἐπᾶραι κεφαλὴν αὐτούς. Ὃ δὴ σημαίνουσα ἡ προφητεία φησίν· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; Σεσιωπημένως δὲ ὁ λόγος διὰ τῆς ἐρωτήσεως ᾐνίξατο τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν πρᾶξιν, μεθ' ἣν καὶ εἰς τέλος ἀπεβλήθησαν. Τοῦτο δὲ καὶ ὁ Σωτὴρ αὐτὸς παρίστη λέγων· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Τὸ γὰρ, Ποσάκις ἠθέλησα, δηλοῖ τὴν μακρῷ χρόνῳ ἐνδοθεῖσαν αὐτοῖς μακροθυμίαν· τὸ δὲ, καὶ οὐκ ἠθελήσατε, παραστατικὸν ἂν γένοιτο τῆς ὑστάτης αὐτῶν ἀποβολῆς, ὅτε καὶ ὠργίσθη ὁ θυμὸς αὐτοῦ ἐπὶ τὰ πάλαι γενόμενα πρόβατα νομῆς αὐτοῦ. Ἑξῆς δὲ ὁ λόγος ἱκετηρίαν προσάγει λέγων· Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς. Σφόδρα δὲ καταλλήλως συναγωγῆς ἐμνημόνευσε, καὶ πρῶτον κτῆμα τοῦ Θεοῦ φησιν αὐτὴν γεγονέναι· ἅτε εἰδὼς καὶ τὴν μὴ ἐξ ἀρχῆς, ἀλλ' ὕστερον μετὰ τὴν ἀπόπτωσιν ἐκείνης ἐξ ἁπάντων τῶν ἐθνῶν ὑποστᾶσαν Ἐκκλησίαν. Ἧς καὶ ἐν ἑτέροις μνημονεύει λέγων· Ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε· καὶ πάλιν· Εὐηγγελισάμην 23.856 δικαιοσύνην ἐν Ἐκκλησίᾳ πολλῇ· καὶ αὖθις· Παρὰ σοῦ ὁ ἔπαινός μου ἐν Ἐκκλησίᾳ μεγάλῃ. Ἀλλ' οὐ τοιαύτη καὶ ἡ