302
ἐν μέσῳ τῆς ἑορτῆς αὐτοῦ, βοαῖς τε ἀθέοις καὶ ἐναγέσιν ἐχρήσαντο, ἐν αὐτῇ τῇ τοῦ Πάσχα ἡμέρᾳ τὸ αἷμα αὐτοῦ καθ' ἑαυτῶν καὶ κατὰ τῶν ἰδίων τέκνων ἐξαιτησάμενοι· εἰκότως ἐν μέσῳ τῆς ἑορτῆς μετῄει αὐτοὺς ἡ ἐκ Θεοῦ ὀργή· ὡς καὶ ἑτέραν προφητείαν πληροῦσθαι εἰς αὐτοὺς, δι' ἧς εἴρητο· Καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ τὰς πανηγύρεις ὑμῶν εἰς θρῆνον. Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· Καταπαύσωμεν τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. Τὰ προλεχθέντα πάντα δυσσεβεῖ σκοπῷ, φησὶ, διεπράξαντο οἱ ἐχθροί σου· τό τε γὰρ ἁγιαστήριόν σου ἐνεπύρισαν, καὶ τὸ σκήνωμα τοῦ ὀνόματός σου ἐβεβήλωσαν, καὶ τὰ λοιπὰ πάντα τετολμήκασιν· οὐκ ἀνθρώποις ἐπιβουλεύοντες, οὐδὲ τόπον πολιορκεῖν προθέμενοι· σοὶ δὲ τῷ Θεῷ πολεμοῦντες, καὶ τὰς ἑορτάς σου καταλῦσαι διανοούμενοι. Ταῦτα δὲ, εἰ καὶ μὴ στόματι ἐλάλουν, ἀλλὰ ταῖς καρδίαις αὐτῶν καὶ ταῖς ἐνθυμήσεσι ἐλογίζοντο. Ἀλλὰ τότε μὲν οἱ ἐχθροὶ τοῦ Θεοῦ ταῦτα λογιζόμενοι τὸν πάλαι τῷ Θεῷ ἀφωρισμένον τόπον καθῄρουν· ὁ δὲ μέγας καὶ δυνατὸς Θεὸς ἀνθ' ἑνὸς ἐκείνου τὰς ἀπ' ἀνατολῶν ἡλίου μέχρι δυσμῶν καθ' ὅλης τῆς οἰκουμένης ἐκκλησίας ἐν πᾶσι συνίστη τοῖς ἔθνεσι. Καὶ οἱ μὲν ἐχθροί σου, φησὶ, καὶ πολέμιοι τὰ ἑαυτῶν σημεῖα ἔθηκαν ἐν ὑψηλῷ καὶ ἐπισήμοις τόποις, παρ' αὐτὰς τὰς εἰσόδους τοῦ ἱεροῦ· ὡς ἂν πάντες οἱ διιόντες ὁρῷεν αὐτῶν τὰ νικητήρια· ἡμεῖς δὲ, ὧν ἐκ προσώπου ἱκετήριος εὐχὴ ἀναπέμπεται, Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν. Πῶς δὲ οὐκ εἴδομεν ἡμῶν τὰ σημεῖα, ἀλλ' ἐπεὶ οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι; Πάλαι μὲν γὰρ καθ' ἕκαστον καιρὸν καὶ κατὰ γενεὰς καὶ κατὰ διαδοχὰς τῶν ἡμετέρων πατέρων, προφῆται συνῆσαν αὐτοῖς πολιορκουμένοις καὶ εἰς αἰχμαλωσίαν ἀπαγομένοις· ὅπερ ἦν μέγιστον δεῖγμα καὶ σημεῖον τοῦ μὴ ἀνεπισκόπους αὐτοὺς ὑπάρχειν· ἡ γοῦν προνοητικὴ τῶν ὅλων δύναμις, ὥσπερ ἰατροὺς ἐν ταῖς ἐσχάταις συμφοραῖς τοὺς προφήτας τῷ τότε λαῷ καθίστη· 23.860 καὶ ταῦτα ἦν τοῦ Θεοῦ τὰ σημεῖα. Νῦν δὲ εἰς ἡμᾶς γινόμενα ὅτε τὰ προλεχθέντα δι' ἔργων χωρεῖ, Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν· δι' ὃ οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Εἰ μὲν γὰρ πρὸς καιρὸν βραχὺν διέλιπον οἱ προφῆται, εἶτα μετὰ ταῦτα πάλιν ἀνεφάνησαν, οὐκ ἂν ἐλέγετο. καὶ ἡμᾶς οὐ γνώσεται ἔτι· νῦν δὲ ἐπειδὴ μετὰ τὰ κατὰ τοῦ Σωτῆρος τολμηθέντα αὐτοῖς, Ῥωμαίων ἐπιστάντων καὶ τὸν τόπον ἐκ βάθρων ἐρημωσάντων, οὐδαμοῦ προφῆται παρῆσαν τοῖς πολιορκουμένοις· ἀλλ' οὐδὲ ἐν τοῖς μετὰ ταῦτα χρόνοις γεγόνασιν, οὐδ' ἤμελλον εἰσαῦθίς ποτε ἀναστήσεσθαι· θαυμαστῶς ἡ πρόῤῥησις φήσασα, Οὐκ ἔστιν ἔτι προφήτης, ἐπήγαγε, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Ὅτι οὔτ' ἐπὶ τῶν Βαβυλωνίων χρόνων ἥρμοττε λέγεσθαι, οὔτ' ἐπὶ τῶν παλαιοτέρων. Ἤκμαζε γοῦν καθ' ἑκάστην γενεὰν παρ' αὐτοῖς ἡ τῶν προφητῶν διαδοχὴ, ἣ καὶ διήρκεσε μέχρις Ἰωάννου τοῦ προφήτου. Ἕως πότε, ὁ Θεὸς, ὀνειδίζει ὁ ἐχθρὸς, παροξύνει ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος; Πολλάκις εἴρηται διὰ τῆς μετὰ χεῖρας προφητείας τὸ, εἰς τέλος. Ἐν ἀρχῇ μὲν γὰρ ἐλέγετο· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; εἶθ' ἑξῆς· Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας εἰς τέλος· καὶ τρίτον· Παροξύνει ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος· καὶ αὖθις· Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; δι' ὧν ὁ λόγος τὴν τελευταίαν πολιορκίαν τοῦ τόπου σημαίνει. Πυνθανόμενος δὲ καὶ λέγων· Ἕως πότε, ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρός; διδαχθῆναι ποθεῖ ἕως πότε ταῦτ' ἔσται, καὶ τίς ἔσται ἡ περιγραφὴ τοῦ χρόνου, καὶ μέχρι τίνος παροξύνει ὁ ὑπεναντίος τὸ ὄνομά σου, καὶ εἰ διαμένει εἰς τέλος τοῦτο πράττων. Εἶτ' ἀκολούθως πυνθάνεται τὴν τούτων αἰτίαν ἀξιῶν· διό φησιν· Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; Ἡ δὲ τοῦ λόγου διάνοια τοῦτον ἔχει τὸν νοῦν· ὁ κόλπος τοῦ Θεοῦ ἀγαθῶν ἐστι πλήρης, διὸ λέλεκται· Μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν