303
κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Καὶ ἔστιν ἀπόῤῥητος οὗτος τῆς Πατρικῆς θεότητος θησαυρὸς καὶ πλήρωμα τῶν ἀγαθῶν ἁπάντων, ἐξ ὧν δίδωσι τὰ χαρίσματα τοῖς ἀξίοις αὐτοῦ. Ἐπεὶ τοίνυν ἐκ μέσου τοῦ κόλπου τὰ χαρίσματα τοῖς ἀξίοις δωρεῖται ἐκτείνων εἰς αὐτοὺς τὴν ἑαυτοῦ δεξιὰν, ἀπὸ δὲ τῶν μὴ ἀξίων ἀποστρέφει τὴν χεῖρα τὴν δεξιὰν, μηδὲν αὐτῶν τῶν ἐν αὐτῷ δηλωθέντι κόλπῳ τεταμιευμένων ἀγαθῶν δωρούμενος· εἰκότως πυνθάνεται λέγων· Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; Καὶ πάλιν προστίθησι τὸ, εἰς τέλος, σημαίνων, ὡς ἀποστροφὴ τῆς τοῦ Θεοῦ δεξιᾶς εἰς τέλος ἔσται αὐτοῖς. ∆ιὰ δὲ τῆς ἐρωτήσεως ἐπὶ τὴν ζήτησιν τῆς αἰτίας ἡμᾶς διεγείρει, ὡς ἂν ζητήσαιμεν τί τὸ αἴτιον γεγένηται τοῦ εἰς τέλος αὐτοὺς ἀποβληθῆναι. Εἰ μὲν γὰρ ἁμαρτίας καὶ παρανομίας αἰτιάσαιτό τις, ἀλλὰ καὶ πάλαι τοιαῦτα πράξαντας αὐτοὺς ἔγνωμεν καὶ μὴ ἀπωσθέντας εἰς τέλος· 23.861 μυρίους γὰρ ἀθεμίτους πράξεις μοιχείας τε καὶ εἰδωλολατρείας, προφητῶν τε ἀναιρέσεις καταλέγουσιν αὐτῶν οἱ προφητικοὶ λόγοι· ἀλλ' οὐ πώποτε ἐγκατελείφθησαν εἰς τέλος. Συνῆσαν δὲ αὐτοῖς, καίπερ τοιαῦτα πράττουσιν, οἱ προφῆται· ἐγίγνοντο δὲ παρ' αὐτοῖς καὶ ἀγγέλων ἐπιφάνειαι, καὶ Πνεύματος ἁγίου παρουσία. Τί τοίνυν τὸ ξένον, καὶ τί τοσοῦτον αὐτοῖς τετόλμηται, ὡς εἰς τέλος αὐτοὺς ἀπωσθῆναι, καὶ τὴν δεξιὰν τοῦ Θεοῦ ἀποστραφῆναι αὐτοὺς εἰς τέλος; Λέγων δὲ ταῦτα, αἰνίττεται σεσιωπημένως τὸ πραχθὲν αὐτοῖς κατὰ τοῦ Χριστοῦ τοῦ Θεοῦ τόλμημα. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. ∆ιελθὼν τὰ προλελεγμένα, ἐπαναλαμβάνει τοὺς περὶ τῆς προνοίας λόγους, καὶ τῆς δυνάμεως τοῦ Θεοῦ παρίστησι τὰς μεγαλουργίας, εὐκαίρως εὐσεβεῖς προϊέμενος φωνὰς, ὡς ἂν μή τις νομίσειε, διὰ τὸ μὴ ἐφορᾷν αὐτὸν, μηδὲ ἐπιστατεῖν τοῖς πᾶσι τὰ προλεχθέντα γεγενῆσθαι. ∆ιό φησιν· Εἰ καὶ ταῦτα τοῦτον ἐπράχθη τὸν τρόπον· ἀλλ' ὅμως πεπείσμεθα, ὅτι σὺ ὁ Θεὸς ἡμῶν, ὃν καὶ βασιλέα ἡμῶν εἶναι γνωρίζομεν, κρίσει βασιλικῇ καὶ θείᾳ πάντα οἰκονομεῖς ἐπὶ σωτηρίᾳ τῶν ὅλων· Ὁ γὰρ Θεὸς ἡμῶν, βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Ὥστ' εἰ καὶ ἐν μιᾷ γωνίᾳ γῆς τοιαῦτα πραχθῆναι συγκεχώρηκας διὰ τοὺς οἰκήτορας τοῦ τόπου· ἀλλ' ὅμως πεπείσμεθα, ὅτι τοὺς καθ' ὅλης τῆς οἰκουμένης οἰκοῦντας ἀνθρώπους σωτηρίας ἀξιώσεις, τὸν ἑαυτοῦ Χριστὸν ἐγείρας ἅπασιν ἀνθρώποις Σωτῆρα. Καί μοι δοκεῖ δι' ἑνὸς τοῦ μετὰ χεῖρας στίχου ὥσπερ ἀνταπόδοσιν ποιεῖσθαι τῶν ἐπηπορημένων· ἀντὶ γὰρ τῶν συμβεβηκότων κατὰ τοῦ δηλωθέντος τόπου, ἐργάσεται, φησὶν, ὁ Θεὸς σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Συνήθως δὲ καὶ νῦν τὰ ἐσόμενα ὡς παρῳχηκότα θεσπίζει. Εἶτα διδάσκει ἑξῆς ὁποίας ἤδη πάλαι πρότερον ὁ Θεὸς κατειργάσατο θαυματουργίας λέγων· Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν. Ἀντὶ δὲ τοῦ, Σὺ δὲ ἐκραταίωσας, ὁ Σύμμαχος, Σὺ διεσκέδασας τῇ ἰσχύϊ σου τὴν θάλασσαν, ἡρμήνευσε. Καί μοι δοκεῖ διὰ τούτων ὡς πρὸς τὴν ἱστορίαν σημαίνειν τὴν ἐπὶ Μωσέως γενομένην δίοδον τοῦ λαοῦ διὰ τῆς Ἐρυθρᾶς θαλάσσης. ∆ιὸ κατὰ μὲν τὸν Σύμμαχον εἴρηται, Σὺ διεσκέδασας τῇ ἰσχύϊ σου τὴν θάλασσαν· κατὰ δὲ τὸν Θεοδοτίωνα, Σὺ διέστησας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν. Εἶτα τοὺς Αἰγυπτίους καὶ τὸν Φαραὼ αἰνίττεσθαί μοι δοκεῖ φάσκων· Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος· σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος· δράκοντα μὲν τὸν Φαραὼ, κεφαλὰς δὲ αὐτοῦ τοὺς ὑπ' αὐτὸν ἄρχοντας αἰνιττόμενος· ἢ δράκοντας τοὺς Αἰγυπτίους, κεφαλὰς δὲ αὐτῶν τοὺς τριστάτας καὶ τοὺς ἡγουμένους αὐτῶν ὀνομάζων. Τὸ δὲ, Ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν, εἴποι ἄν τις τὰ νεκρὰ σώματα αὐτῶν, ἐκβρασθέντα τῆς θαλάσσης, βορὰν γεγονέναι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ. Ἀντὶ δὲ τοῦ, τοῖς Αἰθίοψιν, ὁ μὲν Ἀκύλας, τοῖς ἐξελευσομένοις, ὁ δὲ Θεοδοτίων, τῷ ἐσχάτῳ, καὶ ἡ