304
πέμπτη ἔκδοσις, τῷ ἐξεληλυθότι, ἡρμήνευσαν. Τῶν μὲν τῇ Ἐρυθρᾷ θαλάσσῃ καταποντωθέντων μνημονεύσας ὁ λόγος, ἑξῆς καὶ τῶν μετὰ ταῦτα πεπραγμένων ἀναφέρει 23.864 τὴν μνήμην λέγων· Σὺ διέῤῥηξας πηγὰς καὶ χειμάῤῥους. Οὐ γὰρ Μωσῆς, φησὶν, ἦν ὁ τῇ ῥάβδῳ τύψας τὴν πέτραν καὶ ἐξαγαγὼν ἐξ αὐτῆς πηγὰς καὶ χειμάῤῥους· ἀλλὰ σὺ ἦσθα, ὁ Θεὸς, ὁ ταῦτα διὰ Μωσέως παραδοξοποιῶν. Καὶ τὸ ἐπιλεγόμενον δὲ ἐν τῷ, Σὺ ἐξήρανας ποταμοὺς Ἠθὰμ, ἀναφέροιτο ἂν ἐπὶ τὸν Ἰορδάνην, ὃν ἀποξηρανθέντα διῆλθον ποσὶ μετὰ τὴν Μωσέως τελευτὴν οἱ υἱοὶ Ἰσραὴλ, ἡγουμένου αὐτῶν Ἰησοῦ. Ἔστι δὲ ὁ τρόπος περιληπτικὸς, ἀντὶ τοῦ ἑνικοῦ πληθυντικῶς προενηνεγμένος. Τὸ δὲ Ἠθάμ, ὁ μὲν Ἀκύλας στερεοὺς ποταμοὺς ἡρμήνευσεν, ὁ δὲ Σύμμαχος ἀρχαίους. Καὶ ταῦτα μὲν ὡς πρὸς τὴν λέξιν εἰρήσθω. Τροπικῶς δ' ἄν τις ἐπιβαλὼν τοῖς τόποις ἀνοίσει ταῦτα ἐπὶ δυνάμεις ἀφανεῖς καὶ ἀοράτους, αὐτὰς εἶναι λέγων τοὺς δράκοντας τοὺς ἐνταῦθα ὠνομασμένους· θάλασσάν τε τροπικῶς τὸ τούτων οἰκητήριον, αὐτόν τε τὸν ἄρχοντα τῶν πονηρῶν πνευμάτων σημαίνεσθαι διὰ τοῦ πολυκεφάλου δράκοντος· περὶ οὗ φήσειέ τις εἰρῆσθαι τὸ, Σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. Ζητήσει δὲ ὁ τοιοῦτος καὶ τινὰς Αἰθίοπας νόμοις ἀλληγορίας, τοὺς τὰς ψυχὰς μεμελανωμένους φάσκων εἶναι· οὓς δὲ καὶ ἐσθίειν ἐρεῖ τὸν προλεχθέντα δράκοντα, ἀναλόγως τοῖς ἐσθίουσι τοῦ σωτηρίου Λόγου τὰς σάρκας· ἀκολούθως δὲ τούτοις καὶ πηγὰς ῥηγνυμένας εἰς χειμάῤῥους καὶ ποταμοὺς ἀποξηραινομένους τροπικῶς ἀποδοῦναι πειράσεται. Ἀλλ' ἡμεῖς, πρὸς λέξιν τὴν διάνοιαν ἀποδεδωκότες, ἐπὶ τὰ ἑξῆς διαβησόμεθα. Παραστήσας ὁ προφήτης ὁποῖα εἴργασται θαύματα ὁ πρὸ αἰώνων βασιλεὺς Θεὸς, ἔτι καὶ ταῦτα προστίθησι λέγων· Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ. Τὴν γὰρ τοσαύτην τῶν πραγμάτων μεταβολὴν σὺ μόνος ὁ παντοδύναμος εἰργάσω. Ὡς γὰρ τὴν στερέμνιον πέτραν εἰς ῥευστὴν οὐσίαν μεταβαλὼν, πηγὰς καὶ χειμάῤῥους ἐξ αὐτῆς εἰργάσω, καὶ ἀνάπαλιν τὰ τῶν ποταμῶν ῥεύματα εἰς τὸ ἐναντίον καταστήσας ἐξήρανας· οὕτω καὶ τὴν ἡμέραν ὅτε θέλεις νυκτοποιεῖς, ἔμπαλίν τε τὴν νύκτα μετατρέπεις εἰς ἡμέραν· αὐτὸς καὶ φωστῆρας ἐν οὐρανῷ κατηστέρισας αὐτοῖς, καὶ ἡλίῳ διέταξας δρόμους, ὅρους τε τῷ παντὶ νομοθετήσας, ὥσπερ μεθορίους διεῖλας τὸν σύμπαντα αἰῶνα κατακερματίσας εἰς διάφορα τμήματα τοὺς τοῦ παντὸς ἐνιαυτοῦ καιρούς. Ἑνὸς γὰρ ὄντος τοῦ χρόνου, καὶ τῆς τοῦ παντὸς ἀνακυκλήσεως μιᾶς καὶ τῆς αὐτῆς οὔσης, σὺ ὁ πάντα δυνατὸς Θεὸς τροπαῖς διαφόροις διεῖλας τὸ πᾶν, θέρος μὲν ἔαρι συνάψας, τούτῳ δὲ μετόπωρον περιγράψας, χειμῶνά τε περιορίσας ἔαρι· πάντα γὰρ ταῦτα σὺ ἔπλασας. Ἐπεὶ τοίνυν σὺ ὁ ἐξ αἰῶνος καὶ πρὸ αἰῶνος βασιλεὺς ἡμῶν τοιαῦτα πέφυκας μεγαλουργεῖν καὶ παραδοξοποιεῖν, μεταβάλλειν τε ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία τὰ τῷ σῷ νεύματι παριστάμενα· εἰκότως ἀντιβολοῦμεν καὶ νῦν ταῖς ἡμετέραις ἱκετηρίαις ἐπινεῦσαι, μνησθῆναί τε ταύτης (ἀντὶ δὲ τοῦ, ταύτης, ταῦτα ὁ Σύμμαχος ἡρμήνευσεν)· ὅπως καὶ ἐφ' ἡμῶν μεταβολὴν ποιήσειας τῶν προκαταλαβόντων ἡμᾶς κακῶν. Ἀντὶ δὲ τοῦ, Σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον, ὁ Ἀκύλας, Σὺ ἡτοίμασας φωστῆρα καὶ ἥλιον ἡρμήνευσεν. Ἐχθρὸς ὠνείδισε τῷ Κυρίῳ, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου. Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι. Τὰ μὲν τῆς σῆς ἀνεκφράστου δυνάμεως ἔργα τοιαῦτά τινα, ὁποῖα δεδήλωται τυγχάνει. Τούτων δέ σε μνησθῆναι 23.865 καὶ ἐφ' ἡμῶν ἱκετεύομεν. Ἐπειδὴ καὶ νῦν οἱ ἐχθροὶ καὶ οἱ πολέμιοι, οὐχ ἡμᾶς τοὺς πολεμηθέντας καὶ ὑποχειρίους αὐτοῖς γενομένους, ἀλλὰ σὲ τὸν Θεὸν ἡμῶν ὀνειδίζουσι· καὶ λαὸς ἄφρων ὁ σὲ τὸν Θεὸν μὴ εἰδὼς, ἐπὶ δαίμοσι δὲ καὶ πολυθέῳ πλάνῃ καυχώμενος, οὐχ ἡμᾶς, ἀλλὰ σὲ καὶ τὸ σὸν ὄνομα παρώξυνεν· οὗ χάριν δεόμεθα καὶ ἀντιβολοῦμεν, μὴ ἐκδότους