305
παραδοῦναι τοῖς ἀπηνέσι θηρσὶ τὰς ψυχὰς τῶν ἐξομολογουμένων σοι, μηδὲ λήθην ποιήσασθαι εἰς τὸ παντελὲς, μὴ βορὰ γενώμεθα θηρίων ψυχὰς ἐσθίειν πεφυκότων· ὁποῖαί εἰσιν αἱ ἀντικείμεναι δυνάμεις, αἱ τῶν ψυχῶν τῶν ἀνθρωπίνων ἐπίβουλοί τε καὶ πολέμιοι· ἀλλὰ γὰρ ἐπίβλεψον εἰς τὴν διαθήκην σου, καὶ μνήσθητι τῆς συνθήκης σου, δι' ἧς ηὐδόκησας σῶσαι τὸ τῶν ἀνθρώπων γένος, καινὴν διαθήκην αὐτοῖς διὰ τοῦ Χριστοῦ σου δεδωρημένος. Εἰ γὰρ καὶ τὰ μάλιστα γεγόνασί τινες ἐσκοτισμένοι τὴν διάνοιαν καὶ οἴκῳ ἀνομιῶν πεπληρωμένοι, μὴ παραδεξάμενοι τὸν Χριστόν σου, ἀλλὰ σὺ ὡς φιλάνθρωπος Θεὸς τῶν σῶν πτωχῶν μὴ ἀποστραφῇς τὰς ἱκετηρίας. Τίνες δ' ἂν εἶεν οἱ πτωχοὶ οἱ ταῦτα ὑπὲρ παντὸς εὐχόμενοι τοῦ λαοῦ, ἀλλ' οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι πρὸς οὓς ἐλέγετο· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν; Τούτοις γὰρ καὶ Ἡσαΐας ἐμαρτύρει ἐκ προσώπου λέγων τοῦ Χριστοῦ· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. Οὗτοι γοῦν ὑπερηύχοντο τοῦ παντὸς λαοῦ, μονονουχὶ φήσαντες ἂν οἱ πάντες αὐτοὶ ὁμοίως Παύλῳ τό· Ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται. Καὶ αὐτοὶ δὲ οἱ προφῆται τοῦ Θεοῦ, δι' αὐτὸν πτωχεύοντες, ταῦθ' ὑπὲρ τοῦ παντὸς καθικέτευον ἔθνους. Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου, μνήσθητι τῶν ὀνειδισμῶν σου, τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν. Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἐχθρῶν σου, ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διαπαντός. Ἐπειδὴ οὐχ ἡμεῖς ἠδικήμεθα ἀλλὰ σύ· σὲ γὰρ ὠνείδισεν ὁ ἐχθρὸς, καὶ λαὸς ἄφρων τὸ σὸν ὄνομα παρώξυνε· τούτου χάριν ἀνάστηθι, ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην σου. Κατὰ δὲ τὸν Σύμμαχον· Στῆθι, ὁ Θεὸς, προμάχησον τῆς μάχης σου, καὶ μνημόνευσον τοῦ ὀνείδους σου παρὰ ἄφρονος τοῦ διὰ πάσης ἡμέρας. Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν πολεμίων σου, ἤγουν τῶν ἀνθεστηκότων σοι, μέχρις οὗ ἀναβαίνοντος ἀδιαλείπτως; Καὶ μέχρι τούτων ἵσταται ὁ λόγος παρακαλῶν τὸν Θεὸν διαναστῆναι καὶ δικάσαι τὴν δίκην αὐτοῦ, μνησθῆναί τε τοῦ ὀνειδισμοῦ τῶν ἀφρόνων, μηδὲ λήθῃ παραδοῦναι τὰς φωνὰς τῶν ἐχθρῶν καὶ τὰς ὑπερηφανίας τῶν διαπαντὸς ἐπαιρομένων. Οὐ μὴν ἐπισυνῆπται τούτοις ἑξῆς χρηστοτέρα τις ἀπόκρισις, οὐδὲ ἀγαθῶν ἐπαγγελία τοῖς δεηθεῖσιν, ὅπερ ἔστιν ἐφ' ἑτέρων εὑρεῖν. ∆ιόπερ ἀρχόμενος ὁ λόγος ἀπωσμὸν εἰς τέλος ἐθέσπισε τοῖς δηλουμένοις, καὶ δι' ὅλου τὸ, εἰς τέλος, ἐπῆγε τῇ τῶν σκυθρωπῶν προῤῥήσει. Ἔνθεν ὁρμώμενος καὶ ὁ θεῖος Ἀπόστολος, γράφων περὶ αὐτῶν ἔλεγε τὸ, Ἔφθασε δὲ εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ∆ΙΑΦΘΕΙΡΗΣ, ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ. Ο∆ʹ. Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησόμεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ
ὄνομά σου. Ἀντὶ τοῦ, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, ὁ Σύμμαχος, Ἐπινίκιος περὶ ἀφθαρσίας ψαλμὸς τοῦ Ἀσὰφ, ἡρμήνευσεν. Οὐκοῦν περὶ ἀφθαρσίας ὁ λόγος τῆς τοῖς δικαίοις ἀποκειμένης, οἷς καὶ τὰ τῆς νίκης ἀποτεθησαύρισται βραβεῖα. ∆ιὸ καὶ ἐπινίκιος εἴρηται· ἀναπέμπει δὲ ἡμᾶς καὶ εἰς τὸ τέλος, περὶ οὗ φησιν ὁ Ἀπόστολος· Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. ∆εῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Εἰς ἐκεῖνο γὰρ τὸ τέλος οἱ κατὰ τὸν ἐνεστῶτα αἰῶνα τὸν καλὸν ἀγῶνα νενικηκότες τῆς ἀφθάρτου ζωῆς τεύξονται· ὃ δὴ πρὸς τοῖς τελευταίοις καὶ ὁ μετὰ χεῖρας λόγος παρίστησι λέγων· Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου. Συμφώνως γὰρ τῷ Ἀποστόλῳ ὁ παρὼν λόγος κλασθήσεσθαι τὰ κέρατα εἰπὼν, ἐπήγαγε τὸ,