306
Ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου· καὶ τοῦτ' ἔστι τὸ τῆς παρούσης προφητείας συμπέρασμα. ∆ιὸ καὶ ψαλμὸς καὶ ᾠδὴ κατὰ τὸ αὐτὸ ὠνόμασται· ἐκ προσώπου δὲ τῶν δικαίων τὴν καταρχὴν ποιεῖται εἰπών· Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησόμεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου. Μόνοις γὰρ αὐτοῖς πρέπει ἡ εὐχαριστήριος ἐξομολόγησις, καθ' ἣν καὶ ὁ Σωτὴρ ἐξωμολογεῖτο ἐν Εὐαγγελίοις πρὸς τὸν Πατέρα φάσκων· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Πρῶτον δὲ ἐξομολογοῦνται, εἶτα ἐπικαλοῦνται τὸ ὄνομα αὐτοῦ, διὰ τῆς τοιᾶσδε ἐπικλήσεως παρὰ τῷ Θεῷ τευξόμενοι σωτηρίας, κατὰ τὸ φάσκον λόγιον· Καὶ πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. ∆ύναται δὲ ὁ λόγος διδασκαλικὸς εἶναι ἐξομολογήσεως τῶν ἐν τῷ πρὸ τούτου ἀποκλαυσαμένων τὴν πτῶσιν τῆς Ἱερουσαλὴμ καὶ τὴν ἐσχάτην αὐτῆς πολιορκίαν. Οἱ γὰρ εἰρηκότες ἐν τοῖς ἔμπροσθεν, Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; καὶ τὰ ἑξῆς, διδάσκονται νῦν ἐξομολογεῖσθαι τῷ Θεῷ καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ. Ἐπειδὴ διττός ἐστιν ὁ τῆς ἐξομολογήσεως τρόπος, ἀναγκαίως δεύτερον εἴρηται ἐπὶ τοῦ παρόντος τὸ, Ἐξομολογησόμεθά σοι· τοῦ μὲν πρώτου, ὡς εἰκὸς, ἐφ' ἁμαρτίας τὴν ἐξομολόγησιν δηλοῦντος, τοῦ δ' ἑξῆς τὴν ἐφ' οἷς εὖ πεπόνθασιν οἱ τὸ πρῶτον ἐξομολογησάμενοι εὐχαριστίαν. ∆ιηγήσομαι τὰ θαυμάσιά σου, ὅταν ἐκλάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ. Θεοῦ φωνὰς εἶναι τὰς προκειμένας ὁ νοῦς τῶν λεγομένων παρίστησι. Τὸ γὰρ, Ἐγὼ εὐθύτητας κρινῶ, καὶ πάλιν τὸ, Ἐγὼἐστερέωσα τοὺς στύλους αὐτῆς, δῆλον δ' ὅτι τῆς γῆς, καὶ ἑξῆς τὸ, Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω, τίνι ἂν ἁρμόζοι λέγειν ἢ Θεῷ; Εἰ τοίνυν ἐκ προσώπου τοῦ Θεοῦ ταῦτα λέγεται, πῶς ἕτερος εἰδὼς Θεὸν, ὡς πρὸς αὐτὸν ἀναφωνεῖ 23.869 λέγων· ∆ιηγήσομαι τὰ θαυμάσιά σου ὅταν λάβω καιρὸν, καὶ ἐπιφέρει· Ὅτι ὁ Θεὸς κριτής ἐστι· καὶ πάλιν, Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου; Πῶς δὲ πρὸς τούτοις ἅπασιν ἐπιλέγει· Ἐγὼ δὲ ἀναγγελῶ εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ, καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω; Ὅρα τοίνυν εἰ μὴ διὰ τούτων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος τὰς οἰκείας ἐνεργείας διδάσκει τὴν τοῦ Πατρὸς διεξιὼν θεολογίαν. Φησὶ γοῦν· ∆ιηγήσομαι τὰ θαυμάσιά σου ὅταν λάβω καιρόν. Ὁ μὲν Ἀκύλας, Ὅταν λάβω συνταγάς· ὁ δὲ Σύμμαχος, Ὅταν λάβω τὴν συναγωγήν. Καί μοι δοκεῖ εὐκαίρως εἰρηκέναι τὸ, Ὅταν λάβω συνταγὰς, ἢ, τὴν συναγωγήν. Ἐπαγγέλλεται γὰρ καιροῦ λαβόμενος πάντα τὰ θαυμάσια τοῦ Πατρὸς διηγήσασθαι ἐπὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἣν αὐτὸς ὁ Πατὴρ ἐπηγγέλλετο αὐτῷ εἰπών· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ὅταν οὖν λάβω, φησὶ, ταύτην τὴν συνταγὴν, καὶ ἐπειδὰν τύχω τούτου τοῦ καιροῦ, τηνικαῦτα παρ' αὐτοῖς τοῖς ἐξ ἐθνῶν ἐπιστρέφουσι διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Οἷς ἐπιλέγει· Ἐγὼ εὐθύτητας κρινῶ. ∆ικαιοσύνης γὰρ καὶ εὐθύτητος ἔργον τὸ μὴ Ἰουδαίους μόνους προσίεσθαι, μηδὲ τὸ ἐξ Ἀβραὰμ γένος κατὰ τὴν Μωσέως κλῆσιν, ἀλλ' ἐξ ἁπάντων τῶν ἐθνῶν τὴν ἐκλογὴν ποιεῖσθαι τῶν σωζομένων. ∆ιόπερ ὁ Πέτρος ἐν ταῖς Πράξεσιν ἀναγέγραπται εἰρηκώς· Ἐπ' ἀληθείας οἶδα, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός· ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν δεκτός ἐστιν αὐτῷ. Καὶ ὁ Παῦλος δὲ Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι τὸ Εὐαγγέλιον κηρύττεσθαί φησι λέγων· Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. ∆ικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. Οἷς ἀκολούθως ἐνταῦθα φάσκει τό· Ἐγὼ εὐθύτητας κρινῶ. Εἶτ' ἐπιλέγει· Ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν· ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. Κατὰ δὲ τὸν Σύμμαχον, Συσταθήσεται, φησὶν, ἡ γῆ σὺν τοῖς κατοικοῦσιν αὐτήν· ἐγὼ ἥδρασα τοὺς