307
στύλους αὐτῆς. Ταῦτα δὲ τοῖς ἐν τῷ πρὸ τούτου λελεγμένοις εἴρηται συμφώνως. Ἡ γὰρ πολιορκηθεῖσα γῆ καὶ πυρὶ παραδοθεῖσα, περὶ ἧς ἐλέγετο· -Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου· -ταῦτα παθοῦσα ἐτάκη, καὶ πάντες οἱ κατοικοῦντες αὐτὴν διὰ τὰς ἀσεβείας αὐτῶν τοιαῦτα πεπόνθασι. Πλὴν τούτων ἀπολλυμένων, ἐγὼ, φησὶν, ἐστερέωσα τοὺς στύλους αὐτῆς. Τίνας δ' ἂν εἴποις τούτους ἢ τοὺς ἱεροὺς ἀποστόλους καὶ πάντας τοὺς τοῦ Σωτῆρος ἡμῶν μαθητάς τε καὶ εὐαγγελιστάς; Ἐξ αὐτῆς γὰρ ἐκείνης προελθόντες τῆς γῆς, στῦλοι καὶ ἑδραίωμα γεγόνασι τῆς Ἐκκλησίας. ∆ιὸ καὶ Παῦλος τοὺς κορυφαίους τῶν ἀποστόλων στύλους ὠνόμαζε λέγων· Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι. 23.872 Εἶπα τοῖς παρανομοῦσι, Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι, Μὴ ὑψοῦτε κέρας. Τοὺς μὲν στύλους τῆς ἁγίας καὶ καθολικῆς Ἐκκλησίας ἐγὼ, φησὶν ὁ Θεὸς, ἐστερέωσα· ὅτι ἐκλεξάμενος αὐτοὺς ἐκ τῆς ἀποδοθείσης γῆς τακείσης μετὰ τῶν οἰκούντων αὐτήν· τοῖς δὲ λοιποῖς διεμαρτυράμην διαστειλάμενος καὶ παραινέσας μὴ παρανομεῖν. Κατὰ δὲ τὸν Σύμμαχον· Εἶπα, φησὶ, τοῖς στασιάζουσι, Μὴ στασιάζετε· καὶ τοῖς παρανόμοις, Μὴ ἐπαίρετε κέρας. Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν λαλοῦντες τραχήλῳ ἀνομίαν. ∆ύναται δὲ ταῦτα πρὸς τὸ ἕτερον τάγμα τὸ ἐκ περιτομῆς λέγεσθαι, τῶν καταστασιασάντων τοῦ Σωτῆρος καὶ κατεπαρθέντων αὐτοῦ· δι' οὓς ἐτάκη αὐτῶν ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν. Πλὴν καὶ τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἔθνεσι διὰ τοῦ τῶν ἀποστόλων κηρύγματος ἐμαρτύρατο μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι μὴ ὑψοῦν τὸ τῆς ἁμαρτίας κέρας, μηδὲ ἐπαίρεσθαι καὶ καταθρασύνεσθαι, μηδὲ λαλεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ· ὅπερ πρότερον ἔπραττον πολυθέῳ προσέχοντες πλάνῃ, καὶ τὸν τῶν ὅλων Θεὸν μὴ εἰδότες. Ὅτι οὔτε ἀπὸ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων, ὅτι ὁ Θεὸς κριτής ἐστι. Καὶ ταῦτα, φησὶ, διεμαρτυράμην διὰ τῶν ἐμῶν ἀποστόλων ἅπασιν ἀνθρώποις, μνημονεύειν τῆς κρίσεως τοῦ Θεοῦ, καὶ παύσασθαι πάσης παρανομίας, πεπεισμένους ὅτι οὐ πόῤῥω που ἀφέστηκεν ὁ τῶν ὅλων κριτής· πάντα δὲ πληροῖ καὶ πανταχοῦ πάρεστι. ∆ιὸ προσήκει ὡς ἐν ὀφθαλμοῖς αὐτοῦ ζῶντας ἐπιστρεφῶς πολιτεύεσθαι. Οὐ γὰρ μακρὰν ἀφέστηκεν, ὡς νομίσαι πόῤῥω που ἀπῳκίσθαι αὐτὸν, ἢ πρὸς αὐταῖς ἀνατολαῖς, ἢ κατὰ τὰ δυσμιαῖα μέρη, ἤ που ἐν ἐρημίαις καὶ ὄρεσι. Μέσος γὰρ ἐπιπαρὼν τοῖς πᾶσι, κριτὴς τῶν ὅλων ἐστί. Ἔργον τε αὐτοῦ τῆς κρίσεως τὸ κατ' ἀξίαν ἀπονέμειν ἑκάστῳ, καὶ τοῦτον μὲν ταπεινοῦν, τοῦτον δὲ ὑψοῦν· ταπεινοῦν μὲν τοὺς ὑπερηφάνους καὶ τοὺς ἐπαίροντας εἰς ὕψος τὸ κέρας αὐτῶν· ὑψοῦν δὲ τοὺς ταπεινοὺς, κατὰ τό· Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. ∆ιό φησιν· Ὅτι οὔτε ἀπὸ ἐξόδων καὶ ἀπὸ ἀνατολῶν ἡλίου, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων· ἀνθ' ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Οὐ γὰρ ἀπὸ ἀνατολῆς, οὐδὲ ἀπὸ δύσεως, οὐδὲ ἀπὸ ἐρήμου ὀρέων· ἀλλ' ὁ Θεὸς κριτὴς τοῦτον μὲν ταπεινοῖ, τοῦτον δὲ ὑψοῖ. Καὶ τοῦτο δὲ, φησὶν, ἀναγκαῖον εἰδέναι πάντας ἀνθρώπους, Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου, πλῆρες κεράσματος. Καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς. Κατὰ δὲ τὸν Σύμμαχον· Ποτήριον γὰρ ἐν χειρὶ Κυρίου, καὶ οἶνος ἄκρατος πληρῶν ἐκχυθεὶς, ὥστε ἕλκειν ἀπ' αὐτοῦ. Πλὴν τὰς τρυγίας αὐτοῦ ἐκστραγγίσουσι πίνοντες οἱ φαῦλοι τῆς γῆς. Καὶ ταῦτα, φησὶν, ἐδίδαξα πάντας ἀνθρώπους, ὡς ἂν μὴ ἀγνοεῖν, ὅτι περιμένει τοὺς πάντας τὸ ποτήριον, ὅπερ ἑκάστῳ 23.873 κίρνησιν ὁ τῶν ὅλων κριτής. Νοήσεις δὲ τοῦτο ἀπὸ τῶν ἐν ταῖς προφητείαις λελεγμένων περὶ ποτηρίου· γέγραπται γοῦν ἐν Ἱερεμίᾳ οὕτως· Εἶπε Κύριος